Excerpta on the Psalms (Greek) · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.

Greek

ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος. Στίχ. θʹ. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον κληρονο μήσουσι γῆν. Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν πονηρῶν ἀπαν ίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συν ελαύνεσθαι εἰς τὸ διαζῇν εὐνόμως· διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπ άγει, ὅτι Οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦν τες βίον, κληρονομήσουσι γῆν, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν· ἀλλὰ γῆν ἐκείνην, τὴν τοῖς ἁγίοις ηὐτρεπι σμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱερά τε καὶ ἄνω, ἧς κληροδότης Θεός. Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ σοφία, Λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· Καὶ νῦν τίς ἡ ὑπομονή μου; Οὐχὶ Κύριος; Ἀφ' οὗ ἀρύεσθαί ἐστι καὶ λαμβάνειν πάντα, ἃ λέγεται εἶναι κατὰ τὰς Γρα φὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινό μεθα καὶ σοφοὶ, καὶ εἰρηνεύομεν· οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν. Ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκ δεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι. Στίχ. ιαʹ. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν. Οἱ ἀπὸ Οὐαλεντίνου καί τινων ἑτέρων, οἰόμενοι τὸν Σωτῆρα λέγειν τὰ μὴ εἰρημένα ἐν τοῖς παλαιοῖς Γράμμασιν, ἐντεῦθεν ἐλεγχέσθωσαν, ἀκούοντες, ὅτι Μακάριοι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴρητο μὲν καὶ πρότερον διὰ ∆αβὶδ ὑπὸ τοῦ αὐ τοῦ Πνεύματος. Οἰκονομικώτερον δὲ λίαν ὁ ∆αβὶδ ἀντιπαρεξ άγει ταῖς τῶν παρανόμων κολάσεσι τὰ τῶν ἁγίων γέρα. Ἀκονᾷ δὲ διὰ τούτων αὐτοὺς εἰς ἔφεσιν εὐανδρίας πνευματικῆς, δι' ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρό πον ἀρετῆς. Ταύτῃ τοί φησιν· Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, τὴν ἄνω δηλαδή. Εἰ γάρ ἐστιν ἐν οὐρανοῖς κατὰ Παῦλον Ἱερουσαλὴμ καὶ Σιὼν ὄρος, ἀκόλουθον καὶ γῆν νοεῖν, ἣν κληρονομήσουσιν 17.128 οἱ νενικηκότες πάθος ὀλέθριον, τὴν ὀργὴν, ἥτις καὶ φρονίμους ἀπόλλυσι. Κατ' ἀρετὴν γὰρ ἐνεργεῖν ἐμπο δίζονται. Κατὰ διάμετρον δέ εἰσιν ἀλλήλοις πραότης καὶ ὀργή. Ὅπου γὰρ ὀργὴ, οὐδαμῶς πραότης· καὶ ὅπου πραότης, οὐδαμῶς ἐκεῖ ὀργή. Στίχ. ιβʹ. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. Στίχ. ιγʹ. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προ βλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. Ἐντεῦθεν μανθάνομεν, ὅτι, ὥσπερ πέφυκεν ἐναν τίον εἶναι σκότος καὶ φῶς, οὕτω ὁ ἁμαρτωλὸς τῷ δικαίῳ. Ἐὰν οὖν ἴδῃς τότε μισούμενον τὸν δίκαιον, μὴ ὄκνει λέγειν περὶ τοῦ μισοῦντος αὐτὸν, ὡς ἔστιν ἁμαρτωλός. Οἱ γὰρ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν. Στίχ. ιδʹ. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί· ἐν ετείναντο τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρ δίᾳ. Ὥσπερ ἐστὶ πανοπλία Θεοῦ τις, οὕτως ἐστί τις πανοπλία τοῦ διαβόλου, ἣν ὁ αὐτοῦ στρατιώτης ἐνδέ δυται· τὸν θώρακα τῆς ἀδικίας, τὴν περικεφαλαίαν τῆς ἀπωλείας, τὸν θυρεὸν τῆς ἀπιστίας, τὴν μάχαι ραν τοῦ πονηροῦ πνεύματος, ἣν σπᾶται ἁμαρτωλὸς, οὗ οἱ πόδες ἐπ' ἀδικίαν τρέχουσιν. Ἔστι τις ἑτοιμα σία τοῦ Εὐαγγελίου, ἔστι καὶ ὑπόδημα ἑτοιμότατον εἰς τὴν ἁμαρτίαν. Ἐνταῦθα οὖν ῥομφαίαν ἐσπάσαντο· ὅτι πρόχειρον ἔχουσι τὴν ἁμαρτίαν, καὶ ἕτοιμοί εἰσιν ἐπὶ τὸ ποιεῖν αὐτήν· οἱ κρύπτοντες ἐν τῷ κουλεῷ τῆς ἁμαρτίας τὴν ῥομφαίαν τοῦ πονηροῦ πνεύματος. Βέλος τῶν δικαίων, Χριστός ἐστιν Ἰησοῦς. Ἔθηκαςὡς βέλος ἐκλεκτόν. Ὁ λόγος τῶν ἁμαρτωλῶν βέλος ἐστίν· ἁμαρτίας ἰὸν ἔχει· τιτρώσκει τὸν μὴ καθ ωπλισμένον τῷ τῆς πίστεως θυρεῷ. Οἴδασιν, ὅτι οὐ δύνανται καταβαλεῖν πλούσιον πλουτοῦντα ἐν σοφίᾳ, ἐν ἔργοις ἀγαθοῖς. ∆ιὰ τοῦτο τὴν ἀρχὴν οὐδὲ ἐπιβάλ λουσιν αὐτῷ. Ἀλλ' ἡ πᾶσα ἐπιβουλή ἐστι κατὰ τοῦ πτωχοῦ· ἐπεὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦ τος· πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Καλὸν μὲν οὖν μὴ ἔχειν ῥομφαίαν ἁμαρτίας· δεύτερον δὲ, ἔχοντα, μὴ σπᾶσθαι αὐτὴν, ἀλλὰ ποιεῖν αὐτὴν ἡσυχάζειν. Ἀργοῦσα γὰρ, οὐ μόνον ἰοῦται, οὐδὲ ἀμβλύνεται, ἀλλὰ τέλεον ἐξαφανίζεται. Καὶ οὐ χρείαν ἔχομεν πυ ρὸς, ὅπου ἑκάστου τὸ ἔργον δοκιμάζεται· ὃ Πέτρου μὲν οὐχ ἅπτεται, ἀλλ' ἀκούει, Κἂν διέλθῃ διὰ πυρὸς, φλὸξ οὐ κατακαύσει σε· ἁμαρτωλῶν δὲ ἅπτεται ἡ λίμνη τοῦ πυρὸς, ὡς ἡ Ἐρυθρὰ Αἰγυπτίων, οὐ μὴν καὶ Ἑβραίων. Ὥσπερ

About this text

Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.