Excerpta on the Psalms (Greek) · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

μέντοι ὁ Σωτὴρ βέλος ἐκλεκτὸν, καὶ ἀνάλογα τῷ Σωτῆρι βέλη τοῦ Θεοῦ οἱ ἅγιοι τιτρώσκοντες βέ λει ἐκλεκτῷ, ἵνα ὁ τετρωμένος λέγω· Τετρωμένη ἀ γάπης ἐγώ· οὕτως ὁ Ἀντίχριστος βέλος τοῦ πονη ροῦ. Καὶ πάντες οἱ ἁμαρτωλοὶ βέλη τοῦ διαβόλου, οἷς 17.129 κατὰ τῶν δικαίων χρᾶται. Ἴδε γυναῖκα, καὶ ἐπ εβούλευσάν σοι. Εἰ μὴ βέλος ἐστὶ πεπυρωμένον, πῦρ ἔχουσα ἐν στόματι, ἵνα λαλήσῃ καὶ καύσῃ σε, ἐν χει ρὶ, ἐν ὅλῳ τῷ σώματι, ἐν ὅλῃ τῇ ψυχῇ; Καὶ ὥσπερ ὁ Θεὸς τίθησι τόξον ἐν τῇ νεφέλῃ, ἵνα παύσῃ χειμῶνα, καὶ μὴ γίνηται κατακλυσμός· οὕτω, κατὰ τὸ ἀντικείμενον, ὁ πονηρὸς χρᾶται τόξῳ, ἵνα παύσῃ γαλήνην ἀπὸ ψυχῆς, καὶ εἰρήνην σβέσῃ, καὶ πόλε μον ἐγείρῃ, καὶ χειμῶνα ποιήσῃ. Μήποτε δὲ οἱ πτω χοὶ καὶ πένητες ἀδελφοί εἰσι τῶν εὐθέων τῇ καρ δίᾳ, οἱ πτωχοὶ τῷ πνεύματι, οὓς ζητοῦσι καταβα λεῖν οἱ δαίμονες. Ἐὰν ἴδῃς σκανδαλιζόμενον, καὶ ὑπὸ τῆς ἁμαρτίας κεκρατημένον, βλέπε, ὅτι οὗτος ἔσφα κται, καὶ τὸ αἷμα αὐτοῦ ῥεῖ, ὃ ἐκζητεῖ Θεός. Ἀπ ώλετο γὰρ ἡ ζωτικὴ δύναμις αὐτοῦ· ἐκζητεῖ δὲ αὐτὸ ἀπὸ ἀδελφοῦ καὶ ἀπὸ θηρίου· ἀπὸ πιστοῦ σκαν δαλίζοντος, καὶ ἀπὸ ἀλλοτρίου τῆς πίστεως, καὶ ἀπὸ τῆς χειρὸς τοῦ σκοποῦ. Ἀλλὰ ταῦτα μὲν ἴσως περιεργότερον εἴρηται. Ὁ μέντοι ψάλλων διαλευκαίνει πᾶν τὸ ἤδη ῥηθὲν, τό· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, φημί. Καθά περ γὰρ ἐν πίνακι σαφῶς μηνιῶντα ζωγραφεῖ, καὶ παραταττόμενον εἰσφέρει, καὶ φονῶντα δεικνύει, καὶ ἀπογυμνοῦντα τὸ ξίφος, καὶ ἤδη τοξεύοντα, καὶ τὴν ἀδικίαν αὐτοῦ καθίστησιν ἐναργῆ. Σκοποὶ γὰρ τῷ ἁμαρτωλῷ οὐχ ἕνα τινὰ τῶν ἀδικησάντων αὐτῷ, ἢ κατά τι προσκεκρουκότων, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους ἀμύνεσθαι· ἀλλ' ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ ταπεινὸν τῇ καρδίᾳ, ὃν καὶ ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι. Τίς οὖν τοῖς ἁμαρτωλοῖς λόγος πρὸς τοὺς εὐ θεῖς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι; παντελῶς οὐδείς. Ἠδικήκασι γὰρ ἐκείνους οὐδὲν τὰς ἑαυτῶν ὁδοὺς ἀπευθύνοντας εἰς δικαιοσύνην. Ἀκονᾷ δὲ, οἶμαι, κατ' αὐτῶν τοὺς ὠνομασμένους, μάταιός τις ἁπλῶς, καὶ οὐκ εὐάφορμος φθόνος, ἐκ διαβολικῆς σκαιότητος ἐκκεκαυμένος ἐν αὐτοῖς. Στίχ. ιεʹ. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρ δίας αὐτῶν· καὶ τὰ τόξα αὐτῶν συντριβείη. Ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμ πτει· οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, ἐὰν τηρῇ ἑαυτὸν ὁ εὐθὺς τῇ καρ δίᾳ. Στίχ. ι ʹ. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦ τον ἁμαρτωλῶν πολύν. Ἔχει μὲν οὖν ἡ λέξις αὐτόθεν ὠφέλιμόν τι τοῖς ἀκεραιοτέροις· ἔχει δέ τι καὶ κεκρυμμένως εἰρημέ νον τοῖς βαθύτερον ἀκούειν τῆς Γραφῆς ἐπισταμέ νοις. Τὸ οὖν ἁπλούστερον τοιοῦτόν ἐστι· Βιοπορι στοῦσι δίκαιοι καὶ ἄδικοι. Ἀλλ' οἱ μὲν τοσοῦτον ζη τοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς δικαιοσύνης· καὶ ἢ οὐ πορίζουσιν, ἢ ἄνευ ἀδικίας, χρωννύντες τὸ πορι ζόμενον τῇ δικαιοσύνῃ. Οἱ δὲ ὅλως νενεύκασιν ἐπὶ τὸν πορισμὸν, ὅπως πολλὰ κτήσωσιν, οὐ ζητοῦντες εἰ καλῶς κτήσονται. ∆ύο οὖν προκειμένων, τοῦ τε ὀλί 17.132 γου λήμματος μετὰ δικαιοσύνης, καὶ τοῦ πολλοῦ μετὰ ἀδικίας· Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἴδωμεν δὲ καὶ τὸ ἀνακεχωρηκός. Κρεῖσσόν ἐστι πιστὸν ἰδιώτην εἶναι, οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνάμενον, ἢ πλουτεῖν τῷ λόγῳ προφορικῷ καὶ τοῖς μαθήμασιν ἐν κακίᾳ ἢ ἀπιστίᾳ. Στίχ. ιζʹ. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβή σονται· ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύ ριος. Ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμέ νην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό· Βραχίονες ἁμαρ τωλῶν συντριβήσονται. Ὁ δὲ συντρίβων, ὁ διάβο λός ἐστι. Πᾶς μέντοι ἄνθρωπος ἀσθενὴς, καὶ τὸ ὅσον ἐφ' ἑαυτῷ καταπίπτει, καὶ δέεται τοῦ ὑποστη ρίζοντος τοὺς καταπίπτοντας, καὶ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους. Στίχ. καʹ. ∆ανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτί σει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. Ὑψηλότερον δέ· Ὅταν διδάσκῃ Παῦλος, ἤ τις ἕτε ρος τῶν ἱερῶν μυσταγωγῶν, οἱ ἀκροαταὶ δανείζον ται τὸ δόκιμον ἀργύριον τῷ στόματι Παύλου. Καὶ ὁ μὲν δίκαιος ἀποδίδωσι τοὺς τόκους, καὶ λέγει· Μνᾶν μοι ἔδωκας, ἰδοὺ δέκα μνᾶς ἐποίησα. Πέντε τά λαντα ἔδωκας, ἰδοὺ ἔχω δέκα. Ὁ δὲ ἁμαρτωλὸς ἀναλίσκει πάντα. Οὐκ ἔξεστι δανείζειν τὰ ἑαυτοῦ, ἤτοι διδάσκειν ὡς οἱ αἱρετικοί·

About this text

Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.