Unit 3 rem early
Rem early: Unit 3; lemma and Origen’s theoria.
Greek
πέπτωκεν, ἀναστή τω. Πενθοῦνται γὰρ οἱ πεσόντες, καὶ μετὰ τὸ ἁμαρ τῆσαι ἀπαλγήσαντες, καὶ παραδόντες ἑαυτοὺς πάσῃ ἁμαρτίᾳ. Ἐν ἀγενείων, ἐν ἀνδράσι στεφανώθητι. Πέπτωκας ἐν παισί; τὸν ἀγένειον ἀγώνισαι, καὶ νί κησον ἐν αὐτῷ. Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν Ἠσαῦ ὁ Ἰακώβ· ἐκ παιδὸς ὁ ∆ανιὴλ προεφήτευσε, καὶ τοὺς 17.136 πρεσβυτέρους ἤλεγξεν. Οὐ δύνασαι τοιοῦτος γενέ σθαι; Γενοῦ ἑξῆς ἀθλητὴς, ὡς ὁ δίκαιος, ὃς, κἂν πέσῃ παλαίων ἢ τρέχων, οὐ καταῤῥήγνυται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πό τερον γὰρ τὴν ἑαυτοῦ, ἢ τὴν τοῦ παλαίοντος καὶ ἤδη μέλλοντος καταῤῥήγνυσθαι, ἵνα μὴ ὅλως ἔλθῃ ἐπὶ πρόσωπον, καὶ γένηται χαμαὶ ὅλος κείμενος. Στίχ. κεʹ. Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Ἑτέρως δὲ ἴσμεν ἡλικίαν κατὰ τὸν ἔσω ἄνθρωπον, παιδίου, νεανίσκου, γέροντος. Πρὸ γοῦν τοῦ Ἀβραὰμ οἱ πολυχρονιώτεροι αὐτοῦ οὐκ εἴρηνται πρεσβύτεροι· ἀλλ' αὐτὸς πρῶτος δι' ἀρετὴν πρεσβύτερος ἐχρημάτι σε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέ ναι τὰ τοῦ νηπίου. Καὶ Ἱερεμίου ἄκουε· Μὴ λέ γετε, ὅτι νεώτερος ἐγώ εἰμι. Τοιοῦτόν τί μοι νόει καὶ περὶ τοῦ ∆αβίδ· Νήπιος, φησὶν, ἐγενόμην κατὰ τὸν ἔσω μου ἄνθρωπον. Μεταβαλὼν δὲ ἐκ νεαροῦ ἤθους καὶ ἀβεβαίου, καθ' ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν. Καὶ οὕτω προκόψας, οὐκ εἶδον δί καιον ἐγκαταλελειμμένον. Ἐὰν σωματικῶς ἀκούῃς, ψεῦδός ἐστι. ∆ύο δέ εἰσιν ἐγκαταλείψεις· ἡ μὲν σω ματικὴ, ἥτις οὐδὲν ἡμᾶς βλάπτει· ἡ δὲ τῆς ψυχῆς, ἥτις ὀλέθριός ἐστιν. Ὅσον μὲν οὖν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους. ∆ιὸ οὐκ εἶ πεν, ἐγκαταλειφθέντα, ἀλλ' ἐγκαταλελειμμένον. Ἐπεὶ, πρὸς καιρὸν καὶ ἐγκαταλιμπάνονται δίκαιοι, ὡς ὁ Ἰὼβ, ἵνα ἀναφανῇ δίκαιος. ΨΑΛ. ΜΑʹ. Στίχ. ιʹ. Ἐρῶ Θεῷ· Ἀντιλήπτωρ μου εἶ ∆ιὰ τί μου ἐπελάθου; Καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; Στίχ. ιαʹ. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνεί διζόν με οἱ ἐχθροί μου ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολ λάκις πρὸς τὰ κατ' ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. ∆ιὸ λέγομεν· ∆ιὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπάγει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν μετάνοιαν αὐτοῦ, καὶ τὴν ὠφέλειαν πραγματευόμενος ὁ Θεὸς, τοῦτο ποιεῖ. Ἀλλ' ὅπερ ἐλέγομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ. Θεοῦ, διὰ τί αὐτὸν ἐγκαταλέλοι πεν οὕτως ἐκθλιβόμενον καὶ σκυθρωπάζοντα. Τί τὸ αἴτιον τῆς τοιαύτης ἐγκαταλείψεως; οὐ τὸ τυχὸν γὰρ ἔοικεν εἶναι. Ὁ μέντοι λέγων· ∆ιὰ τί μου ἐπ ελάθου; θαῤῥεῖν ἔοικεν, ὡς μηδὲν πεποιηκὼς, δι' ἃ ἐπιλανθάνεται ὁ Θεός. Πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ, Ποῦ; ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν. Ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. Οὗτοι δὲ τῆς εὐχῆς οἱ λόγοι καὶ τῷ ἐν Βαβυλῶνι λαῷ ἁρμόζουσιν. Ἀεὶ γὰρ, φησὶ, 17.137 τῆς σῆς προνοίας τυχὼν, καὶ νῦν γυμνωθεὶς, ἀποδύ ρομαι, μὴ φέρων τοὺς πολεμίους ἐπὶ πληγαῖς καὶ δεσμοῖς καὶ τῶν ἐμῶν ὀστέων τῇ συντριβῇ λέγοντας· Ποῦ ἐστιν ὁ Θεός σου; διὰ τὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντας. Ἠθικώτερον δέ· Ὅταν οἱ ἐχθροὶ ἡμῶν δαίμονες διὰ τῆς ἁμαρτίας τὰ ὀστᾶ ἡμῶν συντρίψωσι, τουτέστι τὰς τῆς ψυχῆς δυνάμεις· τότε τὸν Θεὸν ἐπίτηδες πρὸς ἡμᾶς ὡς ἀσθενῆ διαβάλ λουσιν, ἵνα, τῆς πρὸς αὐτὸν ἐλπίδος ἀποστήσαντες, αἰχμαλώτους καὶ δούλους παραλάβωσι. Καὶ τοῦτο καθ' ἑκάστην ἡμέραν, τουτέστι διηνεκῶς, ποιοῦσι. Τί οὖν χρὴ ποιεῖν; Μὴ ἐκπίπτειν εἰς ἀπόγνωσιν· ἀλλ' ἐλπίζειν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, καθὼς ἐν τοῖς ἑξῆς διδασκόμεθα. ΨΑΛ. Νʹ. Στίχ. ζʹ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην. Οὐκ ἐν τῇ γαστρὶ μόνον, ἀλλ' ἐπειδὴ παρέλαβόν με τὰ ἔργα τῆς ἀνομίας, τὰ τοῦ φόνου, καὶ τὰ τῆς ἀλλοτρίας κοίτης ἣν παρανόμως ἐσύλησα. Στίχ. ηʹ. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ἀληθὴς ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διά γειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαρίσεις ὡς ὑπὲρ χιόνα λευκανθῆναι· ἡ δὲ ἀποκάθαρσις ἡμῖν δι' ὑσσώπου γενήσεται· ὑσσώπῳ δὲ ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια ἀφο μοιοῦται, θερμαίνουσα καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσα·
About this text
Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.