Excerpta on the Psalms (Greek) · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.

Greek

ἰδοὺ γὰρ ἀποταξαμένου μου τῷ Σα τανᾷ. –Ἠγάπησας. Σοφία μὲν τοῦ Πατρὸς δη λονότι ὁ λόγος· ἄδηλα δὲ καὶ κρύφια τοῦ Λόγου, ὁ τῆς ἐνανθρωπήσεως Λόγος· καὶ ἐπὶ τούτοις πᾶσιν ἀμελήσας ὠλίσθησα καὶ κατέπεσον. Οὕτω δὲ, φησὶ, κρινεῖς· καὶ τοὺς μὲν κολάσεις, τοὺς δὲ στεφανώ σεις, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλή θειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθέ νειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρ μακα· ὅτι σοφιστικῶς ἕξει γεγυμνασμένος ἐπὶ θεω ρίᾳ τῆς ἀληθείας· τὸ μέγεθος αὐτῆς γνοὺς, ἀγάπην πρὸς ἑαυτὴν ἔσχε τελείαν· οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι, διορατικώτεροι γεγενημένοι καθο ρῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος· οἷός ἐστι Μωϋσῆς καὶ ∆ανιήλ· μετὰ γὰρ τὸ πειραθῆναι σο φιστικῶν λόγων, ἐπ' αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀνα βάντες, ὑπὸ τοῦ Θεοῦ μαρτυρίαν ἔσχον, ὡς ὄντες τέλειοι σοφοί· δηλώσαντος αὐτοῖς τοῦ Θεοῦ τὰ ἄδηλα καὶ κρύφια τῆς σοφίας αὐτοῦ, ὡς μηδὲν αὐτοῖς ἀσαφὲς ἢ ἀπεσκιασμένον εἶναι· ταύτης τῆς ἕξεως καὶ ὁ ∆αυῒδ τυγχάνειν ... διὰ τοῦ προκειμένου στοί χου· Οὐ γὰρ μόνον με τοῖς βιωτικοῖς ἐνίδρυσας θώ κοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μικρὸν ἐσόμενα προδεδήλωκας, καὶ τὰ τοῖς ἄλλοις ἀπόῤῥητα ἐμοὶ δῆλα πεποίηκας, τήν τε τοῦ Μονογενοῦς σου ἐνανθρώπησιν, καὶ τῆς οἰκουμένης ἐκεῖθεν τὴν σωτηρίαν. 17.140 ΨΑΛ. ΟΖʹ. Στίχ. λʹ. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Στίχ. λαʹ. Ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτοὺς, καὶ ἀπέκτεινε τοῖς πλείοσιν αὐτῶν· καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Ἰδόντες τὴν ὀρτυγομήτραν Ἑβραῖοι, οὐκ ἐπίστευ σαν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, ὑποσχομένου μέχρι μηνὸς διαθρέψαι αὐτοὺς εἰς πλησμονήν. Ἀλλὰ, φοβηθέντες μήποτε ἀποπτῇ ἢ ἀναλωθῇ πάλιν, Ἔψυξαν, φησὶ, ἑαυτοὺς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. Καὶ τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλι πεῖν· καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. Καὶ ἐπά ταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. Πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημένον ἐνταῦθα· ὅτι Ἀπέκτεινεν ἐν τοῖς πλείοσι, τουτέστι πολλούς. Ἀλλ' ὢ τῆς ἀγνωμο σύνης! Πρὶν ἢ δαπανηθῆναι τὰ ἐν τοῖς ὀδοῦσιν αὐτῶν κρέα, ἠπίστησαν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ δυνά μεως. ∆ιὸ τῆς μὲν ἐπιθυμίας αὐτῶν ἐνεπλήσθησαν εἰς ἔνδειξιν τῆς περὶ αὐτοὺς θείας προνοίας· ἀπέβη δὲ αὐτοῖς, διὰ τὴν ἀπιστίαν καὶ ἀπληστίαν, εἰς νόσον χολέρας, ὑφ' ἧς πολλοὶ διεφθάρησαν· ὧν τὸ ὑπό δειγμα αὐτοῖς τε ἐκείνοις, καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν, ἱκανὸν πρὸς σωφροσύνην ἐγένετο. Τὸ δὲ, ἐν τοῖς πλείοσιν, Ἀκύλας καὶ Σύμμαχος, ἐν τοῖς πίοσι καὶ λιπαροτέροις, ἐξέδωκαν, τοὺς πλουσιωτέρους τοῦ λαοῦ καὶ ἰσχυροτέρους οὕτως ὀνομάσαντες. Εἰκὸς γὰρ αὐτοὺς διὰ τοῦτο ἀπληστο τέρως ἐμφορεῖσθαι. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐν τοῖς πλείοσιν ἀπέκτεινεν, τουτέστι πολλοὺς, οὓς καὶ ἐκλεκτοὺς ἐκάλεσεν ὁ ∆αυῒδ, ὡς πολεμιστάς. Οἱ δὲ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ πεντακόσιοι καὶ πεντήκοντα ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω, χωρὶς τῆς κατωτέρας ἡλικίας, καὶ τῶν γυναικῶν, καὶ ὅλης τῆς φυλῆς τοῦ Λευί. Τούτους ἅπαντας ἔθρεψεν ὁ Θεὸς εἰς κόρον ἐπὶ πολύ. Ἔφη γάρ· Ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. Ὁρῶν λαὸν ἐπιθυμητὴν, καὶ καθᾶραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδα σκαλικῷ οὐ καθαίρεται, ἀλλ' αὐτῇ τῇ ἐπιθυμίᾳ γενομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ βρωμάτων. ∆ιὸ ἔπεμψεν αὐ τοῖς ὀρτυγομήτραν ἐπὶ τριάκοντα ἡμέρας· οἱ δὲ, τῇ ἀπληστίᾳ χρησάμενοι, χολερικῷ πάθει ἐφθείροντο. ∆ὶς δὲ εὑρίσκω τὸν λαὸν φαγόντα ὀρτυγομήτραν· ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπον τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκε νον αὐτὸν ὠνόμασαν· ὅτε καὶ ὀργὴ ἀνέβη ἐπ' αὐ τοὺς, ὡς τάχα κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν. Ἐπειδὴ γὰρ, πεῖραν πολλὴν λαβόντες τῆς θείας δυ νάμεως, οὐκ ἐπίστευσαν τὸν φιλάνθρωπον δύνασθαι χορηγῆσαι αὐτοῖς τροφὴν, καὶ ταύτην ἔδωκε, καὶ τὴν παιδείαν ἐπήγαγεν, ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Φευκτέον τοίνυν ὀψοφαγίαν, λαιμαργίαν, γαστριμαρ 17.141 γίαν· τουτέστι τὴν περὶ χρῆσιν ὄψου ἀμετρίαν, τὴν περὶ τὸν λαιμὸν μανίαν, τὴν περὶ τὴν τροφὴν ἀκολασίαν, καὶ περὶ γαστέρα μανίαν, ἵνα μὴ τὸν νοῦν ἐγ κατορύξωμεν τὰ κου...... Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. Ῥύεταί τοι ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς

About this text

Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.