Fragmenta in Psalmos (Greek) · §u01-open

Fragmenta in Psalmos (Greek) Unit 1 opening

Unit 1.

Lemma-led open — - . , Μακάριος ἀνὴρ, ο ς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶ

Greek

Fragmenta in Psalmos 1-150 1.1,2 Μακάριος ἀνὴρ, ο ς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ε στη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. ̓Αλλ' η ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐ τοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέ ρας καὶ νυκτός. Μακάριος ου ν ὁ τὰ ο ντως ο ντα ποθῶν. ̓Αλλὰ πῶς ἐν ἀναιρέσει κακῶν ὁ μακαρισ μός; κοινὸν γὰρ καὶ τῶν ἀψύχων καὶ τῶν ἀλόγων ἡ τῶν κακῶν ἀποχή· διὰ τοῦτο τοίνυν ἐπήγαγεν· ̓Αλλ' η ἐν τῷ νόμῳ Κυ ρίου τὸ θέλημα αὐτοῦ. Τοῦτο γὰρ οὐ μό νον πέφυκεν λογικοῦ, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀναλήψεως καταρχὴ, τῶν κακῶν ἡ φυγή. Εκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. ̔Ως γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, ου τως ἐπὶ τῆς κατὰ Θεὸν προκοπῆς, ὁ χω ρισμὸς τοῦ κακοῦ. ̓Αλλὰ καὶ ο λως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐ μαρεστέρα, ο ποιον τό· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, καὶ τὰ ἑξῆς, ἀργίας ἑκάστου καὶ ἀκινησίας δεῖται. Τὸ δέ· ̓Αγαπήσεις τὸν πλησίον σου, καί· Πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς, καί· ̓Εάν τίς σε ἀγγαρεύσῃ μίλιον ε ν, υ παγε μετ' αὐτοῦ δύο, ψυχῆς η δη νεανικῆς καὶ ἀθλητῶν ἐνεργή ματα. –Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας α ν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐληπτωτέροις σε προεθίζει, ι να κατατολμήσῃς τῶν ἐφεξῆς· ω σπερ ἐνεργή ματά ἐστιν ἀθληταῖς πρέποντα, ψυχῆς η δη νεανικῆς δεόμεθα πρὸς κατόρθωσιν· ω στε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμα ρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. – Εστιν ἁμαρτωλῶν ὁδὸν, τὸν διάβολον εἰπεῖν· ἐν ῃ ὁ γενόμενος, μὴ ἐμμενέτω, κατὰ τό· ̓Αντίστητε τῷ δια βόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν. ̔Ο γὰρ μὴ στήσας ἐν αὐτῇ, πρὸς Κύριον η ξει, τὸν εἰ πόντα· ̓Εγώ εἰμι ἡ ὁδὸς, ἐν ῃ γινόμενος, καὶ κατὰ σκοπὸν δραμὼν, τεύξεται τῶν βραβείων. ̓Ασεβῶν, τῶν τὸν Θεὸν ἀγνοούντων. ̓Επὶ καθέδραν, τὴν κακῶν ἐργασίαν, κατὰ διάδοσιν γενομένην. ̓Αλλ' η ἐν τῷ νόμῳ, τῷ εὐαγγελικῷ δη λονότι. Μελετήσει, τῷ βουλεύματι αὐτοῦ. 1.3 Καὶ ε σται ὡς τὸ ξύλον τὸ πεφυ τευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ο τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ο σα α ν ποιῇ κατευοδωθήσεται. Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. – ̔Ο δὲ ̓Ακύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε· ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς τὸ καὶ α λλους μεταλαβεῖν αὐτοῦ τῆς εἰ κόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμ βανομένης, η καὶ διὰ τὴν ψυχὴν ει ρηται τοῦ Σωτῆρος μεταφυτευθεῖσα ε νθεν εἰς τὸν παράδεισον. Εφη γὰρ τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ε σῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. ∆ιεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αι ς ἁπανταχοῦ ε στιν εὑρεῖν Χριστὸν κη ρυσσόμενον. Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρ θὴν πίστιν. Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐν τολῶν. Ελεγε δέ τις τῶν ἁγίων, φύλλα ει ναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέ πουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε πίπτουσαν. – Κατευδωθήσεται· οὐ γὰρ ε στι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής. 1.4 Οὐχ ου τως οἱ ἀσεβεῖς, οὐχ ου τως. Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ ου τως· ου τε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, ου τε τις τῶν ἑρμηνευσάντων ἐχρή σατο ἐπαναλήψει τῆς χρήσεως. 1.5 ∆ιὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν. 1.6 Οτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Τὸ γινώσκει, ἀντὶ τοῦ

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.