Unit 1 rem early
Rem early: Unit 1; lemma and Origen’s theoria.
Greek
τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω σὲ παρὰ πάντας, καὶ ηυ ρες χάριν παρ' ἐμοί. –Σημειωτέον καθολικῶς ο τι καλὸν μόνον γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δι καίων· ἀλλὰ καὶ ε γνω Κύριος τοὺς ο ντας αὐτοῦ καὶ ὁδὸν δικαίων, εἰπών· ̓Εγώ εἰμι ὁδός. – ̔Οδὸς δὲ ἀσεβῶν, η ν ὁδεύουσιν οἱ κακολογοῦντες δημιουργὸν, ὁμοιούμενοι χνῷ ἀπὸ ἀνέμου ἐκριπτομένῳ· διὸ τῆς ἐν κρίσει ἀναστάσεως οὐκ ἀξιοῦνται, ὡς οὐδὲ οἱ ἁμαρ τωλοὶ δικαίων βουλῆς. ∆ικαίων μὲν γὰρ ὁδὸς ἀξία γνώσεως ου σα Θεοῦ, γινώσκεται ὑπ' αὐ τοῦ· ὁδὸς δὲ ἀσεβῶν ἀπολεῖται, ὡς οὐ γι νωσκομένη ὑπὸ Κυρίου. –Εἰπὼν δὲ τὴν ὁδὸν τῶν ἀσεβῶν ἀπόλλυσθαι, διωρθώσατο τὰς τῶν αἱρετικῶν ὑπονοίας, οἰηθέντων τὰς οὐσίας αὐτῶν εἰς τὸ μὴ ο ν ἀφανίζεσθαι, ἐκ τοῦ εἰρῆσθαι· ἀλλ' η ὡσεὶ ὁ χνοῦς, ο ν ἐκρίπ τει ὁ α νεμος ἀπὸ προσώπου τῆς γῆς· ἀπο λομένης γὰρ τῆς ὁδοῦ, ἀνύπαρκτος ἡ ἀσε βεία γίνεται, τῶν οι ς συμβέβηκε καταλει πομένων. 2.π ̔Υπόθεσις. ̓Αλλ' ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, τὸ δεύτερον ε πος [τὰ] ε ξω τῆς ἀσεβείας γενόμενα ὑποτίθεται, τὸ εὐαγγελικὸν προαναφωνῆσαν μυστήριον· ω στε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον ει ναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γέννησιν τοῦ σή μερον μὲν γεννηθέντος δι' ἡμᾶς Χριστοῦ (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ ἐκ τοῦ Πατρὸς καὶ ἐν τῷ Πατρὶ ο ντος Υἱοῦ καὶ Θεοῦ· τήν τε βασίλειαν [λέγει] ἐπὶ τῶν ἀβασιλεύτων, οἱ διὰ τὸ μὴ δουλεύειν Θεῷ ἐπ' ε θνεσιν η σαν κατειλεγμένοι. 2.3 ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ γὰρ ε θνη τοῖς ἰδίοις ἁμαρτήμασι πε ρισφίγγεται οὐκ ο ντα ἐλεύθερα· διό φησιν ὁ Χριστὸς, η πρὸς τοὺς αὐτῷ διακονοῦντας ἀγγέλους, η πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ α γιον, η πρὸς τοὺς ἀποστόλους τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου, ταῦτα παρακα λῶν, αὐτῶν διασπᾶν τοὺς δεσμούς. Οἱ μὲν λαοὶ σωματικῶς τυγχάνοντες ὑπὸ τὸν τοῦ νόμου ζυγὸν, τοῦ δικαιώματα περιέχοντος οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, προσα γόμενοι δὲ διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ, τῷ τὰ καλὰ δικαιώματα ε χοντι καὶ προστάγματα, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σω τῆρος λέγοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τό· ̓Αποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν, η τοι ἀφ' ἑαυτῶν ποιήσωμεν τοῦτον, μὴ περιμείναντες τῶν βαρουμένων τὴν δέησιν. Η ὡς καὶ αὐτὸς ὑπὸ τὸν νό μον γενόμενος (ἐγράφη γάρ· καὶ περιε τμήθη, καὶ τοῖς σάββασιν αὐτῶν ἠκολού θησεν) τουτέστιν, ἀπ' ἐμοῦ καὶ τῶν πειθο μένων, η γουν τὸν ζυγὸν αὐτῶν ἡμέτερον βάρος ἡγούμενοι, διὰ τὴν πρὸς αὐτοὺς ἀγά πην, αὐτὸν ἀποῤῥίψωμεν· ταῦτα μὲν ου ν περὶ ἀνθρώπων, τῶν τε ἀπὸ ἐθνῶν καὶ τοῦ λαοῦ. 2.4 ̔Ο κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσε ται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τὸ δέ· ̔Ο κατοικῶν ἐν οὐρανοῖς ἐκγελά σεται αὐτοὺς, πρὸς τοὺς βασιλεῖς τῆς γῆς, ου ς ὁ ἐν οὐρανοῖς ἐκγελάσεται Κύριος, φρό νημα γήϊνον ε χοντας, καὶ μὴ νενομηκότας τὴν περὶ ἐνανθρώπησιν τοῦ Σωτῆρος σο φίαν. ̓Εκμυκτηριεῖ δὲ καὶ τοὺς α ρχοντας. Επρεπε δὲ φῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ· ὡς εἰ καὶ τὰ ε θνη ἐκρύαξαν, καὶ οἱ λαοὶ ἐμελέ τησαν κενὰ, ἡμεῖς δὲ τῶν μὲν τοὺς δεσμοὺς διαῤῥήξωμεν, τῶν δὲ τὸν ζυγὸν ἀποῤῥίψω μεν, ἐπεὶ μηκέτι δέχονται τὴν θεραπείαν ῥᾳδίως. Οὐ γὰρ ε θελον ει σω τῆς ἱερᾶς σα γήνης γενέσθαι, περὶ η ς γέγραπται· Ομοιός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν τῇ σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν. 2.5 Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. ̓Οργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος. – ̓Αλλὰ καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργὴν Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχ θήσονται πάντες οἱ τοῦ σωτηρίου Λόγου πολέμιοι. Οὐκ ει πε δέ· κολάσει αὐτοὺς, ἀλλὰ λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ· μετα νοοῦντας γὰρ οὐκ ἐκόλασε, καθάπερ τοὺς Νινευΐτας. ̓Απειλεῖ γὰρ ἐπὶ σωτηρίᾳ Θεὸς, ε φη, καὶ τοῖς Νινευΐταις ε πεμψεν ̓Ιωνᾶν. 2.7 ̓Εγὼ σήμερον γεγέννηκά σε. ̓Αεὶ τὸ σήμερον καλεῖται. 2.8 Αι τησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ε θνη, τὴν κληρονομίαν σου. Τούτων τὰς βασιλείας ε δειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου. 2.12 ∆ράξασθε παιδείας. Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ο περ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· η γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα. 3.2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβον τές με; Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.