Fragmenta in Psalmos (Greek) Unit 3 opening
Unit 3.
Lemma-led open — πτωχείᾳ πλου τίσωμεν. . Καὶ ὀνειδισμὸν οὐκ ε λαβεν ἐπὶ τοὺς ε γγιστα αὐτοῦ. ̔Ο ἀνεπιλήπτως
Greek
πτωχείᾳ πλου τίσωμεν. 14.3 Καὶ ὀνειδισμὸν οὐκ ε λαβεν ἐπὶ τοὺς ε γγιστα αὐτοῦ. ̔Ο ἀνεπιλήπτως βιῶν, ὀνειδισμὸν οὐ λαμ βάνει ἐπὶ τοὺς ε γγιστας αὐτοῦ. 14.5 Τὸ ἀργύριον αὐτοῦ οὐκ ε δωκεν τόκῳ. Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς, ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ο ρει κατασκηνώσεως. ̔Ο ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Εὐσεβίου. Ο γε μὴν ὁμοῦ πάντα προκα τηριθμημένα κατορθώσας, ἀντιτελὴς γενό μενος, καὶ πᾶν τὸ σῶμα τῆς κατὰ Θεὸν πο λιτείας ὁλόκληρον, ω σπερ καὶ ὑγιὲς καὶ πᾶσιν ἀγαθοῖς λόγων τε καὶ ε ργων ἀπηρτισ μένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. 15.4 Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνο μάτων αὐτῶν διὰ χειλέων μου. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰ συνάξω, οὐδὲ παρασ κευάσω διὰ τῆς νομικῆς μοι προέρχεσθαι λατρείας, δι' αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας· πάλαι μὲν, φησὶν, ἐπ' ἀ ξίαν τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκεί νων· εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς ὀνομάζων. 15.9 Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Γλῶσσαν νῦν λέγει τὸ χάρισμα τοῦ Πνεύ ματος. 16.3 ̓Εδοκίμασας τὴν καρδίαν μου, ἐπεσ κέψω νυκτός. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις α ρα δο κιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμα σία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ῃ σκοτοῦται πταιομένη ψυχὴ λογική. –Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πρακτικῆς, η τις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, υ στερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι' αὐτῆς γε γυμνασμένοις. 16.7 Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώ ζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεσ τηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κό ρην ὀφθαλμοῦ. Ωσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ ̓Ιὼβ χεῖρα λέγει Θεοῦ· ̔Η χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ ∆αυὶδ ῥομφαίαν Θεοῦ. Χεὶρ δὲ εὐερ γετικὴ Θεοῦ οἱ α γγελοί εἰσιν, δι' ω ν προ νοεῖται κόσμου τοῦ αἰσθητοῦ, οι ς ἀντίκειν ται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 17.9 ̓Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, α νθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. ̓Ωργίσθη, φησὶ, καὶ κατέβαλεν τὸ πῦρ, δι' ου πάλιν τοὺς ἀνθρώπους κατέφλεγεν. Ανθρακες, ὁ τῶν ἀποστόλων χορός· τούτου γὰρ τοῦ πυρὸς κατὰ τὴν ἡμέραν τῆς Πεν τηκοστῆς μεταλαβόντες, καὶ γλώσσας ἐπὶ τῶν κεφαλῶν πυρίνας δεξάμενοι, α νθρακες εἰκότως ἐχρημάτιζον, φωτίζοντες ὁμοῦ τὰ ε θνη καὶ καθάροντες· ο τι ταῦτα ἐγένετο, τοῖς ἑξῆς ἐπαγομένοις μάνθανε· 17.10,11 Καὶ ε κλινεν οὐρανὸν, καὶ κα τέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβείν. Χερουβεὶμ ἑρμηνεύεται γνῶσις καὶ σύνε σις· εἰς τοὺς δικαίους ου ν λέγει. 17.12 Καὶ ε θετο σκότος ἀποκρυφὴν αὐ τοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Εθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον ἑαυτοῦ τε καὶ ἡμῶν θεὶς, ω σπερ Μωϋσῆς πά λαι τὸ κάλυμμα μέσον ἑαυτοῦ τε καὶ πω ρώσεως ̓Ισραὴλ, εἰ μὴ ῥᾳδίως ει δῃ σκοτεινὴ φύσις, τὸ ἀπόθετον κάλλος μὴ ῥᾳδίως ἐπι τυχοῦσα, ῥᾳδίως καὶ ἀποβάλλει, διὰ τὴν εὐκολίαν τῆς κτίσεως. ∆ιὰ τοῦτο μέσον ἡ μῶν τε καὶ Θεοῦ ὁ σωματικὸς ου τος ι σταται γνόφος, ω σπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰ γυπτίων καὶ τῶν ̔Εβραίων· καὶ τοῦτό ἐστιν ι σως ο ε θετο σκότος ἀποκρυφὴν αὐτοῦ. ∆ιὸ καὶ Παῦλός φησιν· ̔Ο μόνος ε χων ἀθανασίαν, καὶ φῶς οἰκῶν ἀπρόσιτον. 17.20 ̔Ρύσεταί με, ο τι ἐθέλησέν με. Ου τως ὁ ὑπὸ τῆς σῆς προνοίας ῥυσθεὶς, ἐλπίζω πάντων περιγενέσθαι τῶν δυσμενῶν, καὶ μὴ πρότερον ἀποστῆναι, ε ως αὐτοὺς αυ θις ὑπηκόους εἰργάσωμαι· τοῦτο γὰρ καὶ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.