Fragmenta in Psalmos (Greek) · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

καὶ τῶν πραγμάτων ἐξεταστικήν. 10.5 ̔Ο δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυ τοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν. 10.6 Πῦρ καὶ θεῖον καὶ πνεῦμα καται γίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν. Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ῳ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα. 11.1 Σῶσόν με, Κύριε, ο τι ἐκλέλοιπεν ο σιος, ο τι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. ̓Επειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσ βεσθῆναι τὸ χάρισμα, οἱ μὲν ο σιοι ἐκλελοί πασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Η ἐπειδὴ οἱ ο σιοι ἐκ λελοίπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλή θειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων. 11.6 ̓Απὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σω τηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ. ̓Εὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· ̓Ανάσ τηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι; ̓Απευ ξώμεθα τὴν τοιαύτην υ ψωσιν, καὶ μὴ βου ληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ε τι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Η καὶ ου τως· οἱ πτωχοὶ δι' ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκ λινῆ διασώζοντες· ω ν ε νεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις. 11.8,9 Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ... Κύκλῳ οἱ ἀσεβεῖς πε ριπατοῦσιν. ̓Επειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς α ρα εὐθείαν περιπατοῦσι. ∆ιὰ τοῦτό φησι· Φυ λάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ, ου τοι δ' α ν ει εν ἀντικείμεναι δυ νάμεις. 12.1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αυίδ. ̔Υπόθεσις Εὐσεβίου. ∆ιὰ τὸ τέλος, τὸ παρὰ τῷ Θεῷ, πάντα τὰ πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος καρπὸς ὁ τῶν πό νων, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς γνησίως ἀγωνιζομένοις προξενῶν. ̓Επεὶ τοίνυν καὶ ὁ ∆αυὶδ τούτων ει ς η ν, εἰς μὲν τὸ τέλος τῷ Θεῷ τὸν ψαλμὸν καὶ τὴν ᾠδὴν ἀνέπεμπε. Κατὰ δὲ τὴν ἀρχὴν, ὡσανεὶ ε τι ἀγωνιζόμενος, τὰς πρώτας προέφερε φωνάς· 12.2 Εως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ε ως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Τοῦ αὐτοῦ. ∆ιδάσκων, τῆς μνήμης τοῦ Θεοῦ καιρῷ τινι ἀποπεπτωκέναι [τὴν λήθην]· (λήθην γὰρ ὁ Θεὸς ποιεῖται τῶν λανθανόν των αὐτοῦ· λανθάνει δὲ αὐτοῦ πᾶς ὁ ἁμαρ τάνων)· ἀλλὰ καὶ ἐπεὶ ἀποστρέφει τὸ πρόσω πον αὑτοῦ ἀπὸ τῶν αἰσχρόν τι πραττόντων ἀναξίως τῶν αὐτοῦ ὀφθαλμῶν, τουτέστι τῆς θεωρητικῆς καὶ ἐπισκοπικῆς αὐτοῦ δυνά μεως, βιούντων μεγάλως φροντιζόντων περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ἀγωνιῶν ἐφ' οι ς ἑαυτῷ συνῄδει, πληττόμενός τε ὑπὸ τοῦ συνειδότος, καὶ τὴν ψυχὴν ὑπὸ λογισμῶν ἀνιώμενος, ἐπιλέγει· 12.3 Εως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Τοῦ αὐτοῦ. ̓Ανθ' ου ὁ Σύμμαχος ἡρμή νευσεν εἰπών· Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ' ἡμέραν. Ταῦτα δὲ, φησὶν, ἐγράφη εἰς νουθεσίαν ἡμῶν, ο πως καὶ αὐτοὶ, διαθέσει τοῦ ταῦτα εἰρηκότος, εἰ γένοιτο ἡμῖν χρεία μετα νοίας καὶ ἐξομολογήσεως ἐπί τισιν οὐκ ὀρθῶς ἡμῖν πεπραγμένοις, ταῖς αὐταῖς χρησώμεθα μεθόδοις, ω σπερ φαρμάκοις ψυχῆς σωτηρίοις, εὐκαίρως τοῖς παροῦσι λόγοις τῆς ἐξομολο γήσεως χρώμενοι. 13.1 ∆ιέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. ̓Ελθὼν, φησὶν ὁ Κύριος, οὐδ' ε να ευ ρον χρηστότητος ἐργάτην, ἀλλ' ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφ θείρονται, ἀλλ' οὐχὶ ἡ φαύλη ε ννοια τάχα διαφθείρει, ἀλλ' αὐτὸ ταύτης ἐπιτέλεσμα τῆς ἐννοίας. 13.3 Καὶ ὁδὸν εἰρήνης οὐκ ε γνωσαν, οὐκ ε στι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. ̓Εγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν. –Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 13.4 Οἱ κατεσθίοντες τὸν λαόν μου βρώ σει α ρτου. ̓Εν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. 13.6 Βουλὴν πτωχοῦ κατῃσχύνατε, ο τι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. ∆ι' ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλού σιος ω ν, ι ν' ἡμεῖς τῇ ἐκείνου

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.