Fragmenta in Psalmos (Greek) · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and Origen’s theoria.

Greek

ψυχῆς ἀπάθειαν προθύμως διαφυλάττων, ταῦτα λέγει τὰ ῥήματα. 26.6 ̓Εκύκλωσα, καὶ ε θυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Εἰ ὁ κυκλώσας θύει, θυσία δέ ἐστιν πνεῦ μα συντετριμμένον, ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλον αὐτὴν πεποίηκε, σχῆμα γω νίας μὴ ε χουσαν ἐπιδεχόμενον φθορὰν καὶ τὴν ἀφροσύνην αὐτὴν, η , φησὶ Σαλωμὼν, ταῖς γωνίαις παρεδρεύει. Καὶ τὸ κατελθὸν δὲ ἐπὶ τοὺς παῖδας ̓Ιὼβ πῦρ τῶν τεσσάρων η ψατο γωνιῶν τοῦ οι κου. Ορα, μὴ πνεῦμα ει χε καὶ πῦρ κατὰ σφάλμα ε τερον, τὸ κα τελθὸν ἐπὶ τὰ παιδία. 26.12 Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. ̓Εν καιρῷ συκοφαντίας ταῦτα λεκτέον. 26.13 Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυ ρίου ἐν γῇ τῶν ζώντων. Αὐτὸς μὲν ὁ Θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων. 26.14 ̔Υπόμενον τὸν Κύριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου. Αὐτή ἐστιν ἡ ἀνδρεία καὶ κραταιὰ καρ δία, ἡ μὴ ε χουσα λογισμοὺς καὶ δόγματα ψευδῆ. 27.1 Μήποτε παρασιωπήσῃς ἐπ' ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Τοῦ νοῦ λάκκος ἡ α γνοιά ἐστιν, εἰς η ν ἐμ πίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ Θεοῦ σοφίας, καὶ μὴ λεγούσης τό· ̓Ιδοὺ πάρειμι. 27.5 Οτι οὐ συνῆκαν εἰς τὰ ε ργα Κυ ρίου καὶ εἰς τὰ ε ργα τῶν χειρῶν αὐτοῦ. Οὐδεὶς γὰρ μὴ νοήσας τὰ ε ργα τοῦ Κυ ρίου, α μεμπτός ἐστιν, περὶ ω ν λέγει Θεός· ̓Αληθινὰ τὰ ε ργα αὐτοῦ. Καὶ πάλιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἐναγγέλλει τὸ στερέωμα. Πάνυ γὰρ κατάδηλά ἐστιν, ὡς ἀπ' αὐτῆς τῆς κτί σεως καὶ τῶν δημιουργημάτων ἀναλόγως δύνασθαι τὸν γενεσιουργὸν θεωρεῖν· διὰ τοῦτο ου ν ου τοι κολαζέσθωσαν. 27.6,7 Εὐλογητὸς Κύριος, ο τι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοη θός μου καὶ ὑπερασπιστής μου, ἐπ' αὐτῷ η λπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου. Εὐξάμενος κακὰ ἀνθρώποις, εὐλογεῖ τὸν Θεὸν, ο τι εἰσήκουσεν αὐτοῦ· ἀλλὰ τὰ εἰρη μένα νοείσθω, ο τι ευ χεται μετάνοιαν καὶ διόρθωσιν τοῖς ἡμαρτηκόσι. –Καὶ ἀνέθα λεν ἡ σάρξ μου. Ποία σάρξ; περὶ η ς ει ρη ται, ο τι ο ψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· ἡ γὰρ εἰς αὐτὸν, φησὶν, ἐλπὶς πρό ξενός μοι τῆς προμηθείας ταύτης ἐγένετο, διὸ δὴ τῆς διὰ τὴν φυγὴν κακουχίας ἀπαλ λαγεὶς, ἀνέθαλόν τε καὶ η νθησα, καὶ τὴν ἐκ τῆς εὐθυμίας εὐεξίαν ἀπέλαβον. 28.1 ̓Ενέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Τιμή ἐστιν Θεοῦ σεβάσμιος ἀποδοχὴ μετ' εὐχαριστίας. 28.9 Φωνὴ Κυρίου καταρτιζομένου ἐλά φους, καὶ ἀποκαλύψει δρυμούς. Ανευ φωνῆς Κυρίου οὐκ α ν γένοιτό τις ε λαφος διαφθείρων τοὺς ο φεις· ὁποῖος η ν ὁ Παῦλος, κατὰ ἀνθρώπων θηριομαχῶν ἐν ̓Εφέσῳ. –Καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οι ς· Αἱ ἀλώπεκες ει χον φωλεοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ε χει ποῦ τὴν κεφα λὴν κλίνῃ. 29.1 Οτι ὑπέλαβές με, καὶ οὐκ ευ φρα νας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ Κύ ριος διὰ τῶν ἀρετῶν· τοὺς δὲ ἐπιπλέον προ κεκοφότας διὰ τῆς φυσικῆς θεωρίας· ἐφ' οι ς οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί. Αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν· ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει, γνῶσις ου σα Θεοῦ πνευ ματική. Τὸ δέ· ὑπέλαβες, ἀντὶ τοῦ μετεώ ρισας. ̓Ανθ' ου ̓Ακύλας ει πεν· ̓Ανέσωσάς με.29.3 Κύριε, ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Μακάριος ὁ τὴν ἐν βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὡς δύνασθαι τῷ ἰατρῷ προσιέναι, καὶ λέγειν· Ιασαί με, Κύριε. Καὶ ἐγὼ ει πα· Κύριε, ἐλέησόν με, ι ασαι τὴν ψυχήν μου. Νῦν δὲ τυχὼν τῆς ἰατρείας, εὐχαριστεῖ. Εστι δὲ ὁ Θεὸς τῶν δι' ἀγάπην οἰκειωθέντων αὐτῷ. 29.7 ̓Εγὼ δὲ ει πα· ̓Εν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Πνευματικὴ δὲ εὐθηνία, ο ταν ὁ σπόρος τοῦ ̓Ιησοῦ ἑκατονταπλάσιος γίνηται, ἐν ῃ τις μένων βεβαίως, ταῦτα δι' ε ργων φησίν. Στιχθείη δὲ καὶ εἰς τό· Ει πα. Τί δὲ ει πα; ο τι εἰ ἐν τοιαύτῃ γίνομαι εὐθηνίᾳ, οὐ μὴ σα λευθῶ. ̔Ο δὲ Σύμμαχος ου τως· ̓Ηρεμίᾳ μου, φησὶν, τὸ γαληνὸν καὶ ἀτάραχον ἐμφαίνων τῆς καταστάσεως. 29.8 Κύριε, ἐν τῷ θελήματί σου παρέ σχου τῷ κάλλει μου δύναμιν, ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγ μένος. ̓Ωριγένους, Βασιλείου. Κατὰ μὲν ου ν συμ μετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρη μάτων, ε νιοι τῶν σοφῶν τὸ κάλλος ἐνόησαν· κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑπερβαλλο μένων ἐκ θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν νενοήκασι. Πλὴν ι να καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελε στικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. – ̓Αποστρέφει δὲ τὸ πρόσωπον ὁ

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.