Fragmenta in Psalmos (Greek) · §u06-open

Fragmenta in Psalmos (Greek) Unit 6 opening

Unit 6.

Lemma-led open — σαλευθῆναι πόδας μου, ἐπ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Οὐκ ε χουσι γὰρ τί ει πωσιν. ι να μὴ ἐπιχα

Greek

σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Οὐκ ε χουσι γὰρ τί ει πωσιν. ι να μὴ ἐπιχαρῶσιν οἱ ̓Επιχαρήσον ται δὲ, εἰ μὴ τύχοιμι τοῦ σου ἐλέους. ̓Αλλ' ἐχθροί μου, οἱ η δη καὶ πρότερον ἐν τῷ μόνον σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ μεγαλοῤῥημονήσαντες. Μέγα γὰρ ε δωκεν αὐτοῖς κατ' ἐμοῦ φρονεῖν ἡ ἁμαρτία, σαλεύσασά μου τοὺς πόδας. ̓Εγὼ δὲ ἐπὶ σὲ κατέφυγον. Μόνον δὲ οὐ λέγω· ̓Εὰν πέσω, ἀλλ' ἐὰν σαλευθῶσιν οἱ πόδες μου, μεγαλοῤῥημονοῦσιν, καὶ λέγουσιν, ο τι ὁρᾷς τὸν δεῖνα; καὶ αὐτὸς τόδε πεποίηκεν, καὶ λέγων τάδε, τὰ ἐναντία τάδε ἐποίει. – Λέγει ου ν ου τως· καὶ ἐν τῷ σαλευθῆναι πό δας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν· α λ λως δὲ μετὰ τοῦτο κρείττων ω ν, ο σον ἐπὶ τῇ προσωποποιΐᾳ τῇ πρὸς ἐκεῖνον συγκρινομένῃ, φησίν· ̓Εμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Οὐκοῦν ου τοι μὲν ἐσαλεύθησαν οἱ πόδες, ου τοι δὲ μικρὸν ἐσαλεύθησαν· μακά ριον δὲ ἡμᾶς γενέσθαι μὴ σαλευομένους τοὺς πόδας, ἀλλ' ἑστηκότας ἐπὶ τὴν πέτραν τὸν Χριστόν. 37.18 Οτι ἐγὼ εἰς μάστιγας ε τοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διαπαντός. Πρὸς δὲ τὰς ἐξ αἰσθήσεως μάστιγας εὐ τρεπὴς ει ναί φησιν· η λγει γὰρ ἐφ' οι ς η μαρ τε μαστιζόμενος. 37.19,20 Οτι τὴν ἀνομίαν μου ἀναγγε λῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. ∆ιδάσκει βάθη ἀνθρώπου πιστοῦ. Πολλά κις γὰρ ἡμεῖς, οἱ ε τι ἁμαρτωλοὶ, ἐὰν ι δωμεν ἐχθρὸν ἡμῶν ζῶντα καὶ εὐθηνοῦντα, σκυ θρωπάζομεν, καὶ κινδυνεύομεν κατ' αὐτῆς προνοίας λέγειν. ̓Αλλ' ὁ θέλων σώζεσθαι, οὐ τοιοῦτος· φησὶ γάρ· Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ οὐδὲν η ττον μεριμνῶ περὶ τῆς ἁμαρτίας μου. Καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. ̓Αδύ νατόν ἐστιν ἐν βίῳ ο ντα μὴ μισηθῆναι. ̓Ιη σοῦς Χριστὸς μεμίσηται. Γένοιτο δέ με μι σούμενον συνειδέναι ο τι οὐ δικαίως, ἀλλ' ἀδίκως. 37.21 Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. ̓Ενδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέῤῥιψάν με τὸν ἀγα πητὸν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον.] Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. ̓Εγὼ μὲν εὐηργέτουν, ἐκεῖνοι δὲ ἐπιλαθόμε νοι τῶν ω ν εἰς αὐτοὺς ἐποίουν, κακά μοι ἀνταπεδίδοσαν, ἐνδιέβαλλόν με, ἐπεὶ κατε δίωκον ἀγαθωσύνην. Εἰ γὰρ καὶ η μαρτόν τι, ἀλλ' ἀεὶ ἐδίωκον τὴν ἀγαθωσύνην, καὶ ἀ πέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδε λυγμένον. 37.22,23 Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. ̓Εν α λλῳ δὲ ψαλμῷ φησι· Καὶ τὸ πνεῦμα τὸ α γιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. ̓Εν ταῦθα δὲ πρὸς αὐτὸν Θεόν· Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, κτλ. –Εἰ κἀκεῖνοι ἀπέῤῥιψάν με, ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα. Σοῦ γὰρ παρόντος, ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί. Πρόσχες εἰς τὴν βοήθειάν μου, ἐπεὶ ἐχθρῶν περιεστηκότων, ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων, βοηθείας δέομαι. Οὐκ α λλοθεν δὲ βοήθειαν ἀπαιτῶ η παρὰ σοῦ, Κύριε· σὺ γὰρ καὶ Θεὸς τῆς σωτηρίας μου τυγχάνεις· σωτηρίας δὲ Θεὸς ὁ ταύτης αι τιος. –Καλὸν προοίμιον προσευχῆς, τό· Μὴ ἐγκαταλίπῃς με, ὁ Θεός μου. Εχεις γὰρ ἐν αὐτῷ τὴν ἁγίαν Τριάδα. 38.1 Εἰς τὸ τέλος τῷ ̓Ιδιθοὺν ᾠδὴ τῷ ∆αυίδ. Εἰς τὸ τέλος δὲ κατὰ τοὺς Οʹ ἐπιγράφε ται· κατὰ δὲ τὰς α λλας ἑρμηνείας, ἐπινίκιος, καὶ εἰς τὸ νῖκος, καὶ τῷ νικοποιῷ. 38.2-4 Ει πα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου· ̓Εθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. – ̓Εκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ α λγημά μου ἀνεκαινίσθη. – ̓Εθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· ἐλάλησα ἐν γλώσσῃ μου. ̓Εκ τῶν λόγων τοῦ συστάντος κατεναν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.