Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; spiritual reading with the letter.
Greek
εὑρήσεις μυστικῶς εἰρημένα ἐν τῷ ̔Ιεζεχιὴλ, ἡνίκα εἰς τὸν λέβητα βάλλονται τὰ κρέα καὶ ἑψῶνται, καὶ λέγεται· ̓Εξεψήθη, ἐξετάκη τὰ κρέα, ἐξεψήθη ὁ ζωμός. Ταῦτα εἰς πα ράστασιν, ο τι λέβητες ἡμᾶς διαδέξονται καιό μενοι, καὶ βαλλόμεθα ἡμεῖς οἱ σαρκώσαντες ἡμῶν τὰς ψυχὰς, ι να ἐκτακῶμεν. – Η, μήποτε λανθάνῃ με καὶ τὸ παράδειγμα ἐκ τῆς ἀράχνης ληφθὲν, ἐν τῷ ̔Ησαΐᾳ ει ρηται, ο τι ἱστὸν ἀράχνης ὑφαίνουσιν. Πόσα ευ σχισ τά ἐστιν καὶ λεπτοϋφῆ, ο σα υ φαναν οἱ πρὸ ἡμῶν οἱ πλοῦτον συναγαγόντες, οἱ ἀξιώματα λαβόντες· ἀλλ' ἐξετάκησαν, ὡς ἀράχναι, αἱ ψυχαὶ αὐτῶν· πλὴν μάτην πᾶς α νθρωπος, ὡς προείρεται, ταράσσεται περὶ τούτου. – Μάστιγας τοὺς πειρασμοὺς λέγει· ἐλέγχων με, φησὶν, ἐπὶ τῇ ἁμαρτίᾳ ἐπαίδευσας. Παι δεύων ἡμᾶς ὁ Κύριος, ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει, ὡς καὶ τὸν ἐν εὐαγγελίῳ πα ραλυτικόν. 38.13 Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου, μὴ παρασιωπήσῃς. Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προσ εύχεσθαι. 38.14 Ανες μοι, ι να ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Οὐχ ὑπάρξω τοιοῦτος οι ος η ν· γενοίμην, γενοίμην, ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως! Ανεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς, μετὰ γνώσεως τῶν ο ντων ἀληθῶς. –̔Ως γὰρ οὐχ ὑπαρχόντων τῶν ἁμαρτω λῶν, λέγεται· Εσονται ὡς οὐκ ο ντες. Καὶ τὰ μὴ ο ντα ἐκάλεσεν ὁ Θεός. ∆ιὰ τοῦτο ὀπί σω τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν πορευσώμεθα, καὶ αὐτῷ κολληθῶμεν, ι να γενώμεθα ὑπάρ χοντες ἐν αὐτῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 39.3 Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαι πωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ε στησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου. Οἱ πέρα τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες, λεγέτωσαν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στὰς, εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ. ̔Ημεῖς δέ φαμεν, ο τι ὁ τοῦ προειρημένου λάκκου καὶ πηλοῦ ἀ παλλαγεὶς, ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἀκλόνητον κατ' ἀρετὴν τελειότητα ἱδρυνθεὶς, ἀπαγγέλ λει τὰ προκείμενα· τῷ γὰρ ου τω στάντι ἐπὶ πέτραν, ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ διαβήματα αὐτοῦ, διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετήν. ̓Αλλὰ τίς ἡ πέτρα; παρὰ τοῦ Παύλου μάθωμεν, λέγοντος· ̔Η δὲ πέτρα η ν ὁ Χριστὸς, τὸ πάντων ε ρεισμα, ὁ ἐκλεκ τὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ' ῳ πάντες οἰκοδομούμεθα, οι κος πνευματικὸς καὶ ναὸς α γιος εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι. Οὐ μόνον ου ν ἡδράσθημεν ἐν τῇ πέτρᾳ τῆς εἰς Χριστὸν πίστεως, ἀλλὰ καὶ ἐδιδάχθημεν ὀρθὰς ποιεῖσθαι τροχιὰς ἀντὶ τῶν πάλαι διεστραμμένων ὁδῶν. Πρότερον δὲ τοὺς πό δας ἡμῶν ε στησεν ἐπὶ τῆς πέτρας, τουτέστι ἐπὶ τῆς πίστεως, ἀνασπάσας ἐκ τοῦ πηλοῦ, καὶ ἐπὶ καθαρωτάτην ψυχὴν βάσεις στηρίξας· καὶ τότε τὰ διαβήματα ἡμῶν, δηλαδὴ τῆς πράξεως, διὰ τῶν εὐαγγελικῶν παραγγελ μάτων κατηύθυνε, καὶ βαδίζειν εὐκόλως τῶν ἐντολῶν τὰς ὁδοὺς ἐποίησε, δείξας πῶς χρὴ τὴν ζωὴν ὁδεύειν, ω στε τὸ μὲν μὴ μοιχεύειν κατορθοῦν ἐν τῷ μηδ' ο λως ἐπιθυμεῖν, τὸ δὲ μὴ φονεύειν ἐν τῷ μηδὲ τὴν ἀρχὴν ὀργίζεσ θαι, τὸ δὲ μὴ ἁμαρτάνειν εἰς ο ρκους ἐν τῷ μὴ ὀμνύειν μὴ μικρὸν η μέγαν ο ρκον. ̓Αντι διέσταλται δὲ ἡ πέτρα τῷ τῆς ἰλύος πηλῷ, τὸν εὐπαγῆ δηλοῦσα τοῦ στεῤῥοῦ λόγου θε μέλιον. 39.4 Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾳ σμα καινὸν, υ μνον τῷ Θεῷ ἡμῶν. Υμνος ἐστὶν ε κπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. Αλλο. Πρῶ τον ὁ Θεὸς ἀνάγει τινὰ ἐκ λάκκου ταλαι πωρίας· δεύτερον, ἐπὶ πέτραν ι στησιν τοὺς πόδας αὐτοῦ· τρίτον, κατευθύνει τὰ διαβή ματα· τέταρτον, ᾳ σμα χαρίζεται καινόν· πέμπτον, υ μνον τῷ Θεῷ. Πλὴν σημειωτέον, ο τι ὁ ἐμπεσὼν εἰς τὸν λάκκον, ποτὲ οὐκ η ν [ε ν] τῷ λάκκῳ· ζητήσεις δὲ πότερον αὐτὸς ἐμπέπτωκεν ὑφ' ἑαυτοῦ, η ὑφ' ἑτέρου τινὸς ἐνεβλήθη, η καὶ ὑφ' ἑαυτοῦ καὶ ὑφ' ἑτέρου. 39.5 Μακάριος ἀνὴρ ου ἐστὶ τὸ ο νομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. ̓Εφ' ἡμᾶς καὶ ὁ μακαρισμοῦ νοῦς κεκλη μένους χριστιανούς· τοῦτο γάρ ἐστι τὸ κα λὸν ο νομα, τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Λέγεται δὲ ματαιότης καὶ μανία ψευδὴς καὶ ἡ τῶν εἰδώλων λατρεία. Παύσατε, μαντικὴ καὶ α πασα ἑτεροδοξία. Γέγραπται γοῦν· Περιτεί νων ἐστὶ μανίαν ἐν οι κῳ Κυρίου, κατέπηξαν δηλονότι τὴν μαντείαν. Πλεῖστον γὰρ οἱ ἐξ ̔Ιερουσαλὴμ ψευδοπροφῆται γεγόνασι, τὰ ἀπὸ καρδίας λαλοῦντες, καὶ οὐ τὰ ἀπὸ στό ματος Κυρίου. 39.6 Πολλὰ ἐποίησας σὺ, Κύριε, ὁ Θεός μου, τὰ θαυμάσιά σου.
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.