Fragmenta in Psalmos (Greek) · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT.

Greek

Ητοι ὡς μὴ ο ντα τῇ φύσει ἀριθμητὰ, ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. 39.7 ̔Ολοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ῃ τησας. ̔Ο δὲ προφητικὸς λόγος ἐκβαλὼν ταῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν. 39.8 ̓Εν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Οὐκ ἐπὶ τήνδε μὲν ἡμᾶς ἀναπέμπει γρα φὴν, ἐπὶ τήνδε ου , ἀλλ' ἐπὶ πᾶσαν τὴν θεό πνευστον γραφὴν, τὴν ἐπαγγέλλουσαν περὶ αὐτοῦ. Πάντα δέ φησι μίαν κεφαλίδα βιβλίου, τῷ ἀνακεφαλαιοῦσθαι τὸν παρ' ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα Λόγον εἰς ε ν, τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου. Θέλημα δὲ λέγει τοῦ Πατρὸς, καθ' ο η ρε τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ γὰρ η λθον, φησὶ, ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ τυθεὶς ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας, ὡς α ν, ἀφέσεως γενομένης, μηκέτι χρεία ῃ τῆς περὶ ἁμαρτίας θυσίας. Καλῶς ου ν ὁ Σολωμὼν παρεγγυᾷ μὴ κτᾶσθαι βι βλία πολλὰ, τὴν πεπλανημένην αἰνιττόμε νος διὰ τοῦ πλήθους [τῶν βιβλίων], ὡς οι μαι, σοφίαν. 39.11 Κύριε, σὺ ε γνως τὴν δικαιοσύνην μου, οὐκ ε κρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλή θειάν σου, καὶ τὸ σωτήριόν σου ει πα· οὐκ ε κρυψα τὸ ε λεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ ἐκκλησία, δεῖται πάλιν τῆς αὐτοῦ προμη θείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ω ν ἐν τοῖς ἑξῆς μνήμην πεποίηται. – ̓Αποκαλύπτει ὁ Χρισ τὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους. Εὑρήσεις ἐν τῇ θεωρίᾳ τοὺς μὲν περὶ ἐλέους καὶ σωτηρίας, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ. 39.13 Οτι περιέσχον με κακὰ, ω ν οὐκ ε στιν ἀριθμὸς, ... καὶ ἡ καρδία ἐγκατέλι πέ με. Τὰ μετὰ τὴν ἀπιστίαν τὴν ἐν Χριστῷ συμβεβηκότα αὐτοῖς διηγεῖται κακά. –Καρ δίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν. 39.17 Καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε. Οὐκ ει πε δὲ, οἱ ζητήσαντες, ἀλλ' οἱ ζη τοῦντες, καὶ γὰρ ̓Ιούδας ὁ προδότης ἐζή τησε μέν ποτε, οὐ ζητεῖ δὲ νῦν. 40.4 Ολην τὴν κοίτην αὐτοῦ ε στρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Αρον τὸν κράββατον, φησὶ, καὶ περιπάτει. Τοῖς μὲν γὰρ ὑγιαίνουσι κατὰ διάνοιαν ε πε ται τὸ σῶμα· οἱ δὲ ἀῤῥωστοῦντες ἀκολου θοῦσιν τῷ σώματι. 41.7 Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐτα ράχθη. Φυσικὴ κίνησις τοῦ θυμοῦ. 41.8 Αβυσσος α βυσσον ἐπικαλεῖται. ̓Αναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπα γόμενα ψυχῇ. 41.10,11 ̓Ερῶ Θεῷ· ̓Αντιλήπτωρ μου ει · διὰ τί μου ἐπελάθου; καὶ ι να τί σκυθρω πάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχ θρόν; – ̓Εν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐ τούς μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου. Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολλάκις πρὸς τὰ κατ' ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα ει ναι, οὐχ ἡδέως ε χοντες, οὐδὲ ε λεον ει ναι νομίζομεν. ∆ιὸ λέ γομεν· ∆ιὰ τί μου ἐπελάθου; ̔Ο δὲ διειληφὼς ο τι πᾶν ο ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπά γει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ο τι τὴν με τάνοιαν αὐτοῦ καὶ τὸν ε λεον πραγματευό μενος ὁ Θεὸς, τοῦτο ποιεῖ. ̓Αλλ' ο περ ἐλέ γομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ Θεοῦ διὰ τί αὐτὸν ἐγκαταλέλοιπεν ου τως ἐκ θλιβόμενον καὶ σκυθρωπάζοντα. –Πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ Ποῦ, ἐπὶ Θεοῦ λεγόμε νον, ο περ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν ει ναι τὸν Θεόν· ο γκῳ γὰρ συνυφίσταται τόπος· ο γκου δὲ τὸ Θεῖον ἐλεύθερον. 42.2 Οτι σὺ ει , ὁ Θεὸς, κραταίωμά μου, ι να τί ἀπώσω με; καὶ ι να τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; Σκυθρωπάζων πορεύεται ὁ Σωτὴρ, ο τε παραλαβὼν Πέτρον καὶ τοὺς υἱοὺς Ζεβε δαίου, ε λεγε· Περίλυπός ἐστιν ἡ ψυχή μου ε ως θανάτου. 43.1 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν ψαλμός. ̔Υπόθεσις. ̓Εκ προσώπου τῶν ἐθνῶν ἐστιν ὁ ψαλμὸς, η ἐκ προσώπου τῶν ἐν τῇ δια σπορᾷ, η ἐκ προσώπου τῶν Μακκαβαίων. 43.9 ̓Εν τῷ Θεῷ ἐπαινεθησόμεθα ο λην τὴν ἡμέραν. Ολην τὴν ἡμέραν τὴν ἐν τῷ Θεῷ ει πε ζωὴν, η τις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ. Ταῦτα μὲν ἐν τοῖς α λλοις χρόνοις γεγένηνται παρὰ σοῦ· ἐπὶ δὲ τοῦ παρόντος ε ρημοι τῆς σῆς ἀπεφάνθημεν προ μηθείας. 43.11 ̓Απέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες διήρπαζον ἑαυτοῖς. ∆ιὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν ἡμᾶς. – ̓Ενταῦθα ἐπισημαίνει, ο τι ε μπροσ θεν μὲν ἡμῶν λέγονται αἱ ἀρεταὶ, ο πισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, διώκειν δὲ τὴν σωφρο σύνην

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.