Unit 9 rem close
Rem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek
πῶς δεῖ ἐν οι κῳ Θεοῦ ἀναστρέφεσ θαι, η τις ἐστιν ἐκκλησία Θεοῦ ζῶντος, τού του τοῦ οι κου ἀγαθὰ τὰ τοῦ Πνεύματος χα ρίσματα, τά τε περὶ τῆς Τριάδος καὶ τὰ λοι πὰ δόγματα, οι τε παραδοθέντες ὑπὸ τῶν ἀποστόλων θεσμοὶ καὶ κανόνες. ̓Εν δὲ τού τῳ θαυμαστὸς ἡ ἀρετὴ ἐπιτελεῖται, καλου μένη δικαιοσύνη, η γουν ο τι ὁ πιστεύων καὶ ε ργων ἀγαθῶν πληρωθεὶς ε χει τὸν Κύριον ἐν ἑαυτῷ. Ει ρηται γὰρ διὰ τῆς πίστεως κα τοικεῖν τὸν Χριστὸν, τὸν ε σω α νθρωπον, πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ Πατρὸς ἐρχόμενος, μονὴν ποιεῖται καὶ γίνεται ναὸς, κατὰ τό· Οὐκ οι δατε ο τι ναὸς Θεοῦ ε στε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Καὶ μεθ' ε τερα· ̔Ο γὰρ ναὸς τοῦ Θεοῦ α γιός ἐστιν, οι τινές ἐστε ὑμεῖς, ο ς καὶ δικαιοσύνην θαυμαστῶς κατορθεῖ, τὴν διὰ πίστεως συνισταμένην. 64.10 ̔Ο ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Ω βάθος πλούτου καὶ σοφίας Θεοῦ! Καὶ πάλιν· ̓Εν παντὶ γὰρ, ὁ Παῦλός φησι, ἐπλου τίσθητε ἐν πάσῃ γνώσει. ̔Η γνῶσις τοῦ Θεοῦ ἐπληρώθη φύσεων λογικῶν, ει περ ποταμοὶ ῥέουσιν υ δατος ἐκ τῆς κοιλίας πιστεύσαντος Χριστῷ· υ δατα δὲ ε θος λέγειν τῇ γραφῇ τὰς φύσεις τὰς λογικὰς, καὶ γὰρ ὁ ∆αυὶδ λέγει αἰνεῖν τὰ υ δατα τὰ ὑπεράνω τῶν οὐρανῶν τὸν Κύριον. 64.13 Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώ σονται. Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνο μάζει. 64.14 ̓Ενεδύσαντο Χριστὸν καὶ σπλάγχνα οἰκ ̓Ενεδύσαντο οἱ κριοὶ τῶν προβά των. τιρμῶν. 65.3 Ει πατε τῷ Θεῷ· ̔Ως φοβερὰ τὰ ε ρ γα σου, ἐν τῷ πλήθει τῆς δυνάμεώς σου! ψεύ σονταί σε οἱ ἐχθροί σου. Τῆς ̓Ιουδαίων ἀποπληξίας ἐνταῦθα κατη γορεῖ, ὡς μηδὲ τῶν θαυμάτων τῆς ὑπερβο λῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Σημεῖα Κυρίου γεννῶσι πίστιν· δυνάμεις δὲ αὐτοῦ ἐπιστρέφουσι ψυχήν. 65.4 Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλλάτωσάν σοι. Ψαλλάτωσαν δὲ τῷ ὀ νόματί σου, Υψιστε. ̓Επειδὴ ̓Ιουδαῖοι, φησὶ, καίτοι ὑπερβο λὰς ὁρῶντες πίστει πραττομένων σημείων, ἐψεύσαντό σε, ἀλλ' ου ν ἀντ' ἐκείνων προσ κυνήσει σε πάντων τῶν ἐθνῶν ἡ πληθύς. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ει ρηκεν· Πάντες ᾳ σουσι τὸ ο νομά σου. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ' ο ν ἐν α πασι τοῖς ε θνεσι ὁ τῶν ο λων ὑμνεῖται Θεὸς, ὁ δεσπότης Χριστὸς υ ψιστος παρὰ πάντων καλεῖται. 65.6 ̔Ο μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. Ου τος γάρ ἐστι, φησὶν, ὁ Θεὸς ὁ καὶ ἡμῖν τὴν πρὸς αὐτὸν α νοδον καὶ τὴν σωτηρίαν δω ρούμενος, ὁ πατάξας θάλασσαν, καὶ ποτα μὸν διαστήσας, καὶ τοὺς ἡμετέρους προγό νους ἀκινδύνους διαβιβάσας. 65.12 ∆ιήλθομεν διὰ πυρὸς καὶ υ δατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὸ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, ει τα νενικηκότες καὶ εἰς τὸ τῆς ἐλπίδος καταστάντες τέλος, λέ γουσι· ∆ιήλθομεν διὰ πυρὸς καὶ υ δατος. – Καὶ τῶν δαιμονιζομένων τὸ πνεῦμα τὸ ἀκά θαρτον ἐν τοῖς εὐαγγελίοις, ποτὲ μὲν ε ῤῥι ψαν εἰς τὸ πῦρ, ποτὲ δὲ εἰς τὸ υ δωρ. Υδωρ δὲ καὶ πῦρ ἐναντία ἐστὶν ἀλλήλοις. Πάσχου σι δὲ καὶ τοῦτο μέχρι νῦν οἱ ἀκάθαρτοι α ν θρωποι, δειλιῶντες καὶ θρασυνόμενοι, πολύ θεοι ο ντες καὶ α θεοι, ἐρῶντες αἰσχρῶς καὶ πάλιν μισοῦντες. 65.13 Εἰσελεύσομαι εἰς τὸν οι κόν σου, ἐν ὁλοκαυτώμασιν. [Οι κον], τὸν ἐπουράνιον δηλονότι· ὁλο καυτώμασι δὲ, καὶ οὐκ αἰσθητοῖς, νοητοῖς δὲ δηλονότι· ο λως γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτωμάτων. 65.15 ̔Ολοκαυτώματα μεμυαλωμένα ἀ νοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιή σω σοι βόας μετὰ χιμάρων. Βόες εἰσιν αἱ ἐντολαὶ ἐξηγμέναι, βοῶν δίκην. Χιμάρους λέγει τὰς ἀρετὰς, αι τινες χιμάρων δίκην νέμονται τὰ δόγματα τῶν γραφῶν. Εἰσὶ δὲ οἱ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ε χουσαι, σὺν τοῖς βαλλομένοις ὁλοκαυτώμασι καὶ τοῦ θυμιάματος καὶ τῶν κριῶν. 66.1 Εἰς τὸ τέλος, ἐν υ μνοις ψαλμὸς τῷ ∆αυίδ. ̔Υπόθεσις τοῦ ̓Αθανασίου. Πάλιν κἀν ταῦθα τῶν ἀποστόλων εἰσάγει τὸ πρόσωπον, διδασκαλίαν ποιούμενος τῶν ἐθνῶν, ῥυσθῆ ναί τε εὐχόμενος ἀντιλεγόντων τῇ διδασκαλίᾳ αὐτοῦ. Ου τος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ε χει, καὶ πολλῶν λόγων οὐ δεῖται. Προκη ρύττει γὰρ τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώ πησιν, καὶ τὴν σωτήριον ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. Θεασάμενος ὁ προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ο τι τάχιστα παρασχεθῆναι, ι να τὴν ἐκ ταύτης φυομένην εὐλογίαν
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.