Fragmenta in Psalmos (Greek) · §u09-rem-mid

Unit 9 rem mid

Rem mid: Unit 9; lemma continues; spiritual reading with the letter.

Greek

τοῦ Θεοῦ. 62.6 ̔Ωσεὶ στέατος καὶ πιότητος ἐμπλη σθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ο νομά σου. Ωσπερ δὴ τῶν σωματικῶν βρωμάτων τὰ πίονα καὶ ευ τροφα τῶν ζώων ἡδύτερα, ου τω καὶ τῶν πνευματικῶν ει η α ν τινα ἀνά λογα τοῖς κατὰ σάρκα πίοσι. ∆ιόπερ τοῦτο εἰδὼς παρὰ τὴν τῆς ψυχῆς τροφὴν ὑποδέ χουσαν τοῦ σώματος, ὁ προφήτης ευ χεται λέγων περὶ αὐτῆς τό· ὡσεὶ στέατος καὶ πιό τητος ἐμπλησθείη ἡ ψυχή μου. Τοιαῦτά γε η ν καὶ τὰ κατὰ τὴν παραβολὴν τοῦ μόσχου τοῦ σιτευτοῦ. –Τὸ ἐν Θεῷ δὲ ἀγαλλιᾶν καὶ εὐφημεῖν νομίζω μὴ δύνασθαι κατορ θοῦσθαι ἡμῖν χωρὶς τῆς ἀπὸ τῶν καλου μένων πτερύγων τοῦ Θεοῦ σκεπῆς, τουτέστι τῶν ἀρετῶν αὐτοῦ· ταύταις γὰρ ὑψοῦται, καὶ μετεωρίζεται, καὶ μεγαλύνεται ὁ Θεὸς, ὑφ' α ς γενόμενοι, α τε δὴ ἁπλούμενοι διέμειναν ἡμῖν, δεκτικοὶ αὐτῷ γενόμεθα. 62.9 ̓Εκολλήθη ἡ ψυχή μου ὁπίσω σου. [Τὰ] ὀπίσω τοῦ Θεοῦ ἐστὶ τὰ μετὰ τὸν Θεὸν, α τινα ἐπαγγέλλεται καὶ Μωϋσῇ δει ξείη. 62.10 Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτα τα τῆς γῆς. Τούτους ευ χεται προφητικῶς ἀπὸ τῆς ἐπι φανείας ὠθουμένους τῆς γῆς εἰς τὰ ταύτης παχύτερα κατελθεῖν· ο που μὴ δύνανται κατὰ τῶν ἀγωνιζομένων ἐν ἀνθρωπίνῳ σώματι ἐ νεργεῖν, εἰ καὶ μόνον εἰρῆσθαι περὶ τῶν ζη τούντων τὴν ψυχὴν τοῦ εὐχομένου δοκεῖ. Κατώτατα δὲ τῆς γῆς ἡ α βυσσος, ε νθα χω ρήσουσιν. ∆ιόπερ ἐν εὐαγγελίῳ τῷ Σωτῆρί φασιν· Ηλθες ἡμᾶς πρὸ καιροῦ βασανίσαι, μὴ πεμφθῆναι εἰς τὴν α βυσσον η δη δεόμε νοι, εἰς δὲ χοίρους εἰσελθεῖν ἐπιτρέψαι. 62.11 Παραδοθήσονται εἰς χεῖρας ῥομ φαίας, μερίδες ἀλωπέκων ε σονται. ̓Αναιρεθήσονται, φησὶν, οὐχ ὑπὸ δυνατῶν πολεμίων, ἀλλ' ὑπὸ τῶν προσοικούντων· οἱ καθάπερ τεθήκασίν τε καὶ ἀπελαύνονται· αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, τοῦ μηδὲ ταφῆς ἀξιωθῆναι τοὺς πλείους, ἀλλὰ προ κεῖσθαι θηρίοις βοράν. 63.4 Οι τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. Αὐτὴ ἡ ῥομφαία λόγος ἐστι δαιμονιώδης, χωρίζων ψυχὴν τῆς σοφίας καὶ γνώσεως Θεοῦ. 63.11 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυ ρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν, καὶ ἐπαινεθήσον ται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Αφρων ἐλπίζει εἰς α νθρωπον· ὁ δὲ φρό νιμος ἐπὶ τῷ Κυρίῳ πέποιθεν. –Καὶ τὴν παρ' ἀνθρώπων δὲ καρπώσονται ευ κλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τὰς εὐθείας ε ξω βαδίζειν οὐκ ἐνεχόμενοι. ̓Εν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτήριον ε δεισαν· διαφερόντως δὲ τῶν νόμων τῶν θείων ἐπιμελόμενοι, θυμηδῶς ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα βέβαιαν ἐργάζον ται. Εὐφραίνει α δικον πλοῦτος φθαρτὸς, τὸν δὲ δίκαιον γνῶσις Θεοῦ. 64.2 Σοὶ πρέπει υ μνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχή. Νόει μὲν Σιὼν καὶ τὴν ἀρετὴν, καὶ πύ λας τὰς εἰς αὐτὴν, ω σπερ εἰσαγωγὰς, εἰσό δους· μόνῳ δὲ τῷ ἐν Σιὼν, τουτέστιν ἐν τῷ σκοπευτηρίῳ καὶ τῇ ἀρετῇ, πρέπει ὁ υ μνος τῷ Θεῷ, ὡς ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θα νάτου καὶ τῆς κακίας, καὶ διὰ τοῦτο δυναμέ νῳ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις τοῦ Θεοῦ ἐν ταῖς ἐκκλησιαστικαῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ἐκκλησίας. Οὐ γὰρ ὡραῖος υ μνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, ο τι οὐ παρὰ Κυρίου ἐξαποστάλη. –Καὶ πάλιν ἐὰν θέλωσιν οἱ ε ξω τῆς ἐκκλησίας θεολογεῖν, η καὶ ὑμνεῖν τὸν Θεὸν, οὐ δυνήσονται· ὁ γὰρ πρέπων υ μ νος, υ μνος Θεοῦ, ἐν μόνῃ Σιὼν, τῇ ἐκκλη σίᾳ. Νόει δὲ Σιὼν καὶ τὴν ἐπουράνιον πόλιν. ̓Εκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθῶς υ μνοι ἀπο δίδονται τῷ Θεῷ· ὡς γὰρ ἐν τῇ κάτω Σιὼν καὶ ἡ κάτω ̔Ιερουσαλὴμ, ου τως καὶ ἐν τόπῳ, τῷ ὑπὲρ πάντα τόπον σωματικόν. ̓Εν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεις τῷ Θεῷ, ε νθα αἱ ἀληθιναὶ ἀποδίδονται εὐχαί. 64.3 Εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ η ξει. Σὰρξ, ἀντὶ τοῦ πᾶς α νθρωπος. – Ηξει δὲ πρὸς αὐτὸν πᾶσα σὰρξ διὰ μετανοίας, καὶ καθάρσεως, μηκέτι μένουσα σὰρξ, η κα τὰ σάρκα πολιτευομένη. 64.5,6 Μακάριος ο ν ἐξελέξω καὶ προσε λάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. Πληθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οι κου σου. Αγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. ̔Η ̓Ακύλα ε κδοσις ἐμφαίνει ἐκ τοῦ ἐφ' ἡμῖν τὸ τὸν ἐλεχθέντα ὑπὸ Θεοῦ ἐγγίζειν αὐ τῷ. Μακάριος γὰρ, φησὶν, ο ν ἐξελέξω, καὶ ἐγγίζει, οὐ μόνον ο ν ἐξελέξω. Θεοδοτίωνος· ̔Αγιασμοῦ γὰρ πληρὴς ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην, διὰ τῶν σῶν λογίων, τοὺς προσιόντας διδάσκει. – Οι κον Θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ. ̓Εὰν δὲ βραδύνῃς, ι να ι δῃς

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.