Fragmenta in Psalmos (Greek) · §u11-open

Fragmenta in Psalmos (Greek) Unit 11 opening

Unit 11.

Lemma-led open — ἐπαίνους εἰληφότος, διὰ τῶν πρὸς αὐ τοὺς εἰρημένων μακαρισμῶν. ̔Ομοίως γοῦν καὶ ἐπὶ τούτων

Greek

ἐπαίνους εἰληφότος, διὰ τῶν πρὸς αὐ τοὺς εἰρημένων μακαρισμῶν. ̔Ομοίως γοῦν καὶ ἐπὶ τούτων τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς ̔Ιερουσαλὴμ αἰχμαλωσία ὑπὸ ̔Ρωμαίων ἐγένετο. Εἰσάγονται τοίνυν ου τοι οἱ θεοφιλεῖς α ν δρες, τουτέστιν ὁ ἀποστολικὸς χορὸς, διὰ προκειμένου ψαλμοῦ εὐχὴν καὶ εὐχαριστίαν ἀναφέροντες τῷ Θεῷ. ̓Εφ' οι ς θλιβομένους αὐτοὺς ἀπὸ τῶν διωκόντων διὰ τοῦ εὐαγγε λικοῦ κηρύγματος, ἀπὸ τῶν νοητῶν ἐπιβού λων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ε πειτα ὑπισχνούμενοι μόνας τὰς δι' αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας. ̓Εκ δὲ τῶν Οʹ τῆς ἐκκλησιαστικῆς ἐκδό σεως ἐπιγραφὴν ἐχούσης· ̔Υπὲρ τῶν υἱῶν ̓Αδὰμ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Καὶ μετ' ὀλίγον. Οἱ μὲν ἐμπαθεῖς τὰ ο μ ματα τῆς ἀκτῖνος χωρίζονται· οἱ δὲ ὑδροφο βοῦντες [κατὰ] τῆς τοῦ υ δατος ο ψεως [δυσ χεραίνουσι]· τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ̓Ιουδαίων κακία, διὰ τὸ μὴ θέλειν ὁμολο γεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος, ἀπα ράδεκτον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλή θειαν. Εξεστιν δὲ καὶ διὰ τῆς ψαλμῳδίας ἐπι γνῶναι τὰ τῆς προφητείας αἰνίγματα· λέ γει γὰρ περὶ τῶν πρώτων αἰχμαλωτισθέν των, ὡς ἐκ προσώπου τοῦ ἀνθρώπου, ο τι ο σας ε δειξας μοι θλίψεις καὶ τὰ ἑξῆς. Τοῦτο δὲ σαφέστερον ἐκ τοῦ Παύλου νοήσωμεν, πῶς ἐκ τῶν ἀβύσσων ἀνάγεται ὁ τῷ βάθει τῆς ἁμαρτίας καθελκυθεὶς, περὶ ου φησι· Μὴ ει πῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; ο θεν γὰρ εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος, ἐκεῖθεν ἐξῴκισται μεθ' ο λου κατεχομένου τοῦ αἰχμαλώτου ὑπὸ τοῦ θανάτου· κατέβη διὰ τοῦ πάθους εἰς τὴν α βυσσον ταύτην· ἐφ' ῳ τε συναγαγεῖν ἑαυτῷ πάλιν ἐπὶ τὰ α νω τὸν βύθιον· ταῦτα γὰρ ὁ ἀπόστολος διεσάφησε μετ' ἀκριβείας, α λλα τε πολλὰ περὶ τούτων εἰπών, φησὶ καὶ τοῦτο· ω σπερ ἐν τῷ ̓Αδὰμ πάντες ἀποθνήσκομεν, ου τω, καὶ τὰ ἑξῆς. ∆ιὰ τὸ γενέσθαι τὴν ἐπι γραφήν· ̔Υπὲρ τῶν υἱῶν ̓Αδὰμ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν τοῦ Κυρίου, βύουσι τὴν ἀκοὴν ̔Εβραῖοι, καὶ τὴν ἐπιγραφὴν οὐ προσ δέχονται. 70.4 ̔Ο Θεὸς, ῥῦσαί με ἐκ χειρὸς ἁμαρ τωλοῦ· ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδι κοῦντος. Χεὶρ ἁμαρτωλοῦ, ἡ ἁμαρτητικὴ πρᾶξις. Αἰτεῖ δὲ μηδὲ κατὰ ποσὸν αὐτῇ ἐνεργεῖν· σκόπει δὲ εἰ ε ν ἐστιν ὑποκείμενος ἁμαρτωλὸς καὶ α δικος καὶ παράνομος. ∆οκεῖ γὰρ ἁμαρ τωλὸς ὁ ἀδικῶν καὶ παράνομος· εἰ δὲ τὰ τρία δηλοῖ τὸν διάβολον, χεῖρα ληπτέον αὐ τοῦ τὴν ο σην στρατιωτικὴν αὐτοῦ δύναμιν· ῥυσθῆναι τοίνυν ἐξ ἀκαθάρτων πνευμάτων αἰτεῖ, ὑπὸ τὴν κραταιὰν χεῖρα γενόμενος τοῦ Θεοῦ, ἀφ' η ς οὐδεὶς ἁρπάσαι δυνήσεται. 70.11 Λέγοντες· ̔Ο Θεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε αὐ τόν. Ταύτας τὰς φωνὰς τέθεικεν, ὡς ἀπὸ δαιμόνων λεγομένας ἐπὶ τοῖς ἐγκαταλειφ θεῖσιν, αι τινες οὐκ α ν ἐῤῥήθησαν, εἰ μὴ ἐγ κατελείφθη ὁ α νθρωπος. Εχομεν γὰρ ἐν ταῖς Βασιλείαις, ο τι Κύριος ἀπέστη ἀπὸ Σαοὺλ, καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ε πειγε τὸν Σαούλ· ἀλλ' εἰ καὶ ταῦτά φασιν ἐκεῖνοι, φησὶν καὶ ε ργῳ· Μὴ ἐπιθῶνται· μὴ μακρύ νῃς τοῦ πάλιν τὴν σὴν προσνεῖμαι βοή θειαν. 70.14 ̓Εγὼ δὲ διαπαντὸς ἐλπιῶ. ∆υνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σω φρονεῖν καὶ δικαιοπραγεῖν. Πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν; ̔Ο γὰρ ἐλπίζων δια παντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου ου ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθη τῆς. Ετερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλείψεται, ι ν' ῃ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς Τριάδος. ̔Ο δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας Τριάδος· αὐτὴ γὰρ μόνη ἡ γνῶ σίς ἐστιν ἀπέραντος. 70.22 Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός.

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.