Fragmenta in Psalmos (Greek) · §u11-rem-early

Unit 11 rem early

Rem early: Unit 11; lemma and Origen’s theoria.

Greek

Σκεῦος ψαλμοῦ, ψυχὴ καθαρά· σκεύη δὲ ψαλμοῦ, δι' ω ν υ μνους ἀναπέμπει Χριστὸς τῷ Πατρὶ, οἱ καθ' ἑκάστην ἐκκλησίαν λαοὶ, ω ν η ρμοσε τὰς ψυχὰς, παραστήσας αὐτοῖς τὴν ἀλήθειαν, ἀλλ' οὐ τύπους καὶ σύμβολα νομικὰ, γλῶσσαν ε χων καὶ χείλη τοὺς αὐ τῶν διδασκάλους. 70.24 Ετι δὲ καὶ ἡ γλῶσσά μου ο λην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ο ταν αἰσχυνθῶσι καὶ ἐντράπωσιν οἱ ζητοῦν τες τὰ κακά μοι. Ζητοῦσι δὲ αὐτῷ κακὰ βλασφημοῦντες αὐτόν· ἑτοίμη δὲ ἡ γλῶσσά μου, ̓Ακύλας ε χων πρόφασιν· καταισχύνονται. –Τὴν τῆς ψυχῆς ἁρμονίαν φησιν· ο ταν γὰρ μηδὲν ἐ νάντιον ἐν αὐτῇ ἡ γλῶσσα ποιῇ η πάσχῃ, ἡ ψυχὴ, τότε δὴ νοητὴ, καθάρα κληθείη δι καίως. 71.8 Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ε ως θαλάσσης, Λέγει τὸν ̓Ιορδάνην, ἐφ' ῳ καὶ ἀπὸ ποταμοῦ ε ως περά των τῆς οἰκουμένης. βαπτισθεὶς ὁ Χριστὸς, ὑπὸ τοῦ Πατρὸς ἐμαρτυρώθη. ̓Απὸ τότε γὰρ η ρξατο, φησὶν, ὁ Κύριος κηρύσ σειν καὶ λέγειν· τοῦτο ου ν ἡ προφητεία αἰ νίττεται. 71.9 Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. ̓Αντὶ τοῦ· σπανιοῦσιν οἱ χοϊκοί. 71.10 Βασιλεῖς ̓Αράβων καὶ Σαβὰ δῶρα προσάξουσι. Προθεσπίζει τὰ περὶ πάντων αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομιζόμενα. 71.14 ̓Εκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσε ται τὰς ψυχὰς αὐτῶν, καὶ ε ντιμον τὸ ο νομα αὐτῶν ἐνώπιον αὐτοῦ. Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν, ἀδι κίαν ὠνόμασεν· τὴν δὲ κατ' ἐνέργειαν ἁμαρ τίαν, τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτά νοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες. ∆ιὸ πρότε ρον τὸν τόκον περιερεῖ, υ στερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν. ∆εῖ γὰρ πρῶτον ἀπέχεσθαι τῆς ἁμαρτίας, ει τα τῆς κατ' ε ννοιαν ἡμῖν γενομένης. –Καὶ ε ντιμον, φησὶ, τὸ ο νομα αὐτοῦ. Σεβάσμιος παρὰ πᾶσιν ε σται καὶ ε ν δοξος, ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου μεγάλῳ. Καὶ δότε δόξαν τῷ ἐνιόντι αὐτῷ. Πῶς ου ν ε λαβε; ο περ ε χει, ἀεὶ φαίνεται. 71.15 Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ̓Αραβίας. Τὸ δὲ ζήσει, ἀντὶ τοῦ διαμενεῖ ο σον τέ θεικεν. 72.1 ̔Ως ἀγαθὸς τῷ ̓Ισραὴλ ὁ Θεός. Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ε θνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν ̓Ι σραήλ. 72.2 ̓Εμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήμα τά μου. Πόδας δὲ καὶ διαβήματα τοὺς ὑπεριδόντας τὴν εὐσέβειαν λογισμοὺς καλεῖ τροπικῶς, κα τὰ τῆς διανοίας κινήματα καὶ διανοήματα, α περ ἐκχέονται καὶ χαυνοῦνται, ο ταν ἐπὶ τὸ χεῖρον τράπωσιν. Τοιαύτη ἡ γυνὴ Λώτ· τοιοῦ τος ὁ ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ' α ρατρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω· τοιοῦτοι οἱ πεσόν τες ἐν τῇ ἐρήμῳ. Ινα δὲ φοβηθῇς ἐκχέοντα διαβήματα, α κουε τοῦ ἐν τῷ ̔Ιεζεχιὴλ Κυ ρίου λέγοντος· ∆ίκαιος, ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, πᾶσαι αἱ δικαιοσύ ναι αὐτοῦ, α ς ἐποίησεν, οὐ μὴ μνησθήσον ται. Τινὲς γὰρ ἐν ἀσκήσει καὶ πάσαις ἀρε ταῖς διαλάμψαντες, υ στερον ὑπεσύρησαν εἰς βίον χαυνώτερον. Πλὴν ἐγὼ, φησὶν, οὐκ ὠλίσ θην, η γὰρ α ν ἀπωλόλην, ἀλλά μοι κατευθύν θη τὰ κατὰ Θεὸν διαβήματα, μὴ παρ' ὀλί γον, μηδ' ο λως ἐκχεόμενα· ου τω τῶν οἰκείων λογισμῶν δημοσιεύσας τὴν ζάλην. Οὐ γὰρ περὶ ποδῶν καὶ διαβημάτων, ἀλλὰ περὶ λο γισμῶν χωλευόντων λέγει, καὶ ο τι ἐγγὺς ἐ γένετο τοῦ διαχυθῆναι καὶ διαλυθῆναι τῶν ποδῶν τὰς βάσεις, ὡς μηδὲ στάναι δύνασ θαι τοῦ λοιποῦ, ἀλλὰ περιτραπῆναι καὶ εἰς ο λισθον ὑποσυρῆναι. Καὶ τὴν αἰτίαν ἐπάγει λέγων· 72.3,4 Οτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· ο τι οὐκ ε στιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στε ρέωμα ἐν τῇ μάστιγι αὐτῶν. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται· ο τι ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρ τωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας τῶν [α λλων ο ντων] ἐν κοπετῷ· ̓Επυρπολούμην, φησὶ, βλέπων τοὺς παρανομίᾳ καὶ πονηρίᾳ συζῶντας, ἐν εἰρήνῃ βαθείᾳ καὶ εὐποτμίᾳ πολλῇ, ὡς καὶ μέχρι θανάτου τὴν εὐημε ρίαν αὐτοῖς ἐκτείνεσθαι, καὶ τὸν θάνατον δὲ ο ντως εὐδαίμονα τούτους ὑπομένειν· ὡς ζηλοῦσθαι παρὰ πάντων, καὶ μηδένα ἀνα νεύειν, ει τις αὐτὸν ε ροιτο, εἰ βούλοιτο τοιού του θανάτου τυχεῖν· ἀλλ' ἐθέλει ε καστος ου τως ἀποθανεῖν· μᾶλλον δὲ ἐν κινδύνοις καὶ δυσπαθείαις ἐξεταζόμενοι, ἑαυτοὺς ὑπαγο ρεύουσιν, ὡς τῆς ἀνανεύσεως δηλούσης τὴν ἀπαγόρευσιν η καὶ τὴν μνήμην τοῦ θανά του. Εἰ δέ που α ρα καὶ συμβῇ τῇ ἁμαρτίᾳ αὐτῶν ἐπιστρεπτικὴ μάστιξ, οὐδὲ αὐτὴ στε ρεά ἐστι καὶ ἐπίπονος, ἀλλ' ἐλαφρὰ καὶ εὐ παρακόμιστος ἐξ ἐπιπολῆς τρέχουσα· πρὸς ὀλίγον γὰρ αὐτοῖς προσπελάζει τὰ λυπηρὰ, ει τα ἀπαλάττονται· ἐν κόποις κα ν α ρ' ου ν αὐτοῖς τὰ πράγματα φέρεται, καὶ ου τε πό νοις, ου τε ταλαιπωρίαις, ου τε παιδείαις πε

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.