Unit 11 rem close
Rem CLOSEOUT: Unit 11 CLOSEOUT.
Greek
ω σπερ γὰρ υἱοὺς ἀν θρώπων τοὺς ἀνθρώπους καλεῖ, ου τως θυγα τέρα Σιὼν τὴν Σιὼν ὀνομάζει. ∆ιώνυμος γὰρ ἡ πόλις· ἡ γὰρ αὐτὴ δὲ Σιὼν καὶ ̔Ιερουσα λὴμ ὑπὲρ τῆς θείας καλεῖται γραφῆς. – Πολλῶν πολλὰ περὶ ἀγαθοῦ φιλοσοφησάν των, συντόμως ὁ σοφὸς [λέγει] τὸ κολλᾶσθαι τῷ Θεῷ. Τοῦτο δὴ αἱ συναγωγοὶ ἀρεταὶ πρὸς τελειότητα. Πύλαι Σιὼν, η ς ἡ θυγά τηρ ἡ κατὰ ταύτην γινομένη η καὶ γεννη θεῖσα ψυχή. 73.1 Ινα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου. ̓Επιπόνην ε σχες τὴν κατὰ τῶν προβάτων τῶν σῶν ἀγανάκτησιν. 73.5 Εθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ε γνωσαν ὡς εἰς τὴν ει σοδον ὑπε ράνω. ̓Απὸ τῶν ̓Ιωσήπου περὶ τῆς ἁλώσεως λεγομένων, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν περὶξ ἁπάντων, οἱ ̔Ρωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν κατὰ τῆς ἀνατολικῆς πύλης α ντικρυς, ε θεσαν αὐτὰς αὐτόθι, καὶ τὸν Τῖτον μετὰ μεγιστῶν εὐφημιῶν ἀνέφη ναν αὐτοκράτορα. 73.7 ̓Ενεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. ̓Ακύλας· ̓Ενέπρησαν πάσας ἰσχυρὰς ἀπὸ τῆς γῆς. Σύμμαχος· ̓Ενέπρησαν πάσας τὰς συναγωγὰς τοῦ Θεοῦ εἰς γῆν. Θεοδοτίων· ̓Ενεπύρισαν πάντας καιροὺς ἰσχυροῦ. 73.8 Ει παν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγ γένεια αὐτῶν ἐπὶ τὸ αὐτό· ∆εῦτε, καταπαύ σωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς. Εἰ δὲ καὶ μὴ λόγῳ, τῇ δὲ δυνάμει ταῦτα ε λεγον. ̓Ερεθιστικῶς δείκνυσιν, ὡς οὐ προέ θεντο τοσοῦτον ἡμῖν, ὁπόσον σοι πολεμεῖν. Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμ φωνίας ε να σκοπὸν ει χον τὸν ὑπὸ σοῦ δε δομένον καταλῦσαι νόμον. ∆ιὰ γὰρ τῶν ἑορ τῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μήτε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουρ γίας, μήτε ὑπὲρ προφητικῆς διελεγχόμενοι χάριτος· τούτων γὰρ ἁπάντων ἐξαίφνης κα τέστησαν ε ρημοι. Πάλαι γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ε σχον προφήτας, τὸν ̓Αγγαῖον, τὸν Ζαχαρίαν, οι προέλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς καταδήλους ἐποίουν. 73.11 Ινα τί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Χεὶρ καὶ δεξιὰ τοῦ Θεοῦ, ὁ Μονογενής. –Χριστός ἐστι δεξιὰ τοῦ Πατρὸς, ὁ ω ν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ο θεν ἐλθὼν ἐξηγή σατο περὶ τοῦ Θεοῦ. Εἰ διαφέρει ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι, μήποτε ἡ μὲν χεὶρ [τὰ] κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ· ἡ δὲ δεξιὰ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθὰ, οι ον ἡ χεὶρ, ο τε θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν Αἰ γυπτίοις ὑπὲρ ̔Εβραίων ἀπέστειλεν ὁ Θεός. – Ινα τί ἀπεκρύβης, φησὶ πρὸς τὸν Πατέ ρα, τὸν Υἱόν σου ἐν τῷ κόλπῳ σου; Χριστός ἐστιν ἡ δεξιὰ τοῦ Πατρός· ἐκ μεταφορᾶς, [κατὰ] τὸ τοὺς παρακαλουμένους μὲν, μὴ προσιεμένους δὲ τὴν παράκλησιν· πρότερον ἐπὶ τὸν κόλπον τὰς χεῖρας ε χων ἐπὶ τῷ ἐπι λαβέσθαι, πῶς ἐθέλει αὐτὸς τοὺς παρακα λοῦντας αὐτὰς ἀποστρέφειν εἰς τὸ ὀπίσω; 73.12 ̔Ο δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ ̓Εντεῦθεν λαβόντες τινὲς αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. ἀνεφήναντο τὰ ̔Ιεροσόλυμα ὀμφαλὸν ει ναι τῆς γῆς. – ̔Ο δὲ Υἱός σου, ὁ Χριστὸς, φησὶ, προώριστο πρὸ αἰώνων τῆς φύσεως βασιλεὺς διὰ σαρ κώσεως τῆς κατὰ α νθρωπον. 73.13,14 Σὺ ἐκραταίωσας ἐν τῇ δυνά μει σου τὴν θάλασσαν. Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ υ δατος. Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος. ∆ιαγράφει τῷ λόγῳ τίνι τρόπῳ τὴν πα λαιὰν αὐτῶν σωτηρίαν εἰργάσατο· καὶ πρῶ τον μὲν τὸ παγῆναι ὡσεὶ τεῖχος τῆς θαλάσ σης τὰ υ δατα, ο τε ἐξ Αἰγύπτου ἐξῄεσαν· καὶ τοῦτό ἐστι τό· ̓Εκραταίωσας τὴν θά λασσαν. ∆εύτερον δὲ τὸ συντριβῆναι τῶν Αἰγυπτίων ἐπὶ τῶν ὑδάτων κεφαλὴν, ου ς καὶ δράκοντας διὰ τὸ πονηρὸν τῆς γνώμης ὀνομάζει· ει τα μετὰ ταῦτα, καὶ τοῦ ἐξάρχον τος αὐτῶν βασιλέως, ο ν δράκοντα προηγό ρευσεν. –Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦ λα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι' ω ν ε λεγεν· ̓Εῤῥήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύ σετε, ἐγὼ δὲ λέγω ὑμῖν· ο τι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, η δη ἐμοίχευσεν αὐτήν. Καὶ ἐπὶ τῶν α λλων ὡσ αύτως. 73.16 Σὺ κατηρτίσω η λιον καὶ [φαῦσιν]. Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασε. 73.18 Μνήσθητι ταύτης τῆς κτίσεώς σου. ̓Εχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς α φ ρων παρώξυνε τὸ ο νομά σου. ̓Επικαλεσάμενος διὰ τῆς κτίσεως εἰς οι κτον τοῦ λαοῦ τὸν Θεὸν, πάλιν ἑτέρῳ προ σώπῳ αὐτὸν ἐπικαλεῖται· ου τος δέ ἐστιν ὁ τρόπος τοῦ μεγαλοφρονεῖν τὸν ἐχθρόν. – Μνήσθητι ταύτης τῆς
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.