Unit 13 rem mid
Rem mid: Unit 13; lemma continues; spiritual reading with the letter.
Greek
ἀ νύδρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁ μαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν τρεψάντων με, καὶ τοῦ υ δατος τοῦ ἀπὸ τῆς πέτρας, η τις ἐστὶν ὁ Χριστός. Πέτρᾳ δὲ ἀ πεικάζεται ὁ Χριστὸς διὰ τὸ α θραυστον καὶ ἀκλόνητον. ̓Ερήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Ου καὶ κατε λάλησαν ὡς ἐν προσώπῳ Μωσέως ἡ συνα γωγὴ, κατηγοροῦντες ἐπὶ Πιλάτῳ, καὶ τό· Αι ρε, σταύρωσον, ἀνακεκράγασιν. Ει τα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. ̓Απεκτείνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ει θ' ο τι μεμένηκεν ἐν νε κροῖς, ἀναπείθειν ε θελον. ̓Αλλ' ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. ̓Επέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις νά μασιν. ̔Ο πηγάζων τὸ θεῖον νᾶμα τοῖς δι ψῶσι, καὶ προχέων τὸ υ δωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομί σαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς, τοῦ κο λαστοῦ νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ καὶ τοῦ ἐπ' αὐτῷ μυστηρίου· τὸ γὰρ γράμμα καὶ ὁ νό μος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύ ματι λατρεία ἡ εὐαγγελικὴ ζωοποιεῖ. Πάλαι μὲν [α ρτον] ε δωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα· πρὸς ο γάρ τις ἐβούλετο, μετεκρί νατο. Τοιαύτη δὲ καὶ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λόγου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μεταβάλλουσα· ̓Εὰν νήπιον τρέφῃ ὁ λόγος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στερεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ε ρχεται τὸ μάννα, ἀλλ' ἐρχομένοις ε ξω τῆς παρεμ βολῆς, λέγω δὴ τοῦ σώματος, ἐν ῳ ἀνεῖρκ ται ἡ ψυχή. ∆εῖ γὰρ τὴν ψυχὴν μηκέτι ει ναι ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι. Οὐδεὶς δὲ φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ δύναται α ρτον οὐρα νοῦ φαγεῖν· διότι ψυχικὸς α νθρωπος οὐ δέ χεται τὰ τοῦ πνεύματος. Περὶ η ς τροφῆς καὶ σὺ ἐδιδάχθης ευ χεσθαι. ̓Εὰν νοῇς τὸν ἐπιού σιον α ρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ὑπο κρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ο ταν διαλαμβάνω περὶ Θεοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, α ρτον ἀγγέλων ἐσθίω, τὸ μάννα, ο περ εὑρὼν καὶ θαυμάσας θαυμαστικῶς ἐρεῖς· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται τοῦτο τὸ φθέγμα τῷ α ρτῳ ο νομα. Ευ ξασθε, ι να ἡμῖν ὁ Θεὸς ἐπισι τισμὸν ἀποστείλῃ εἰς πλησμονὴν, οὐχ ω στε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὐτή ἐστιν. ̓Εσθίοντες δέ ποτε τὸ μάννα ̔Εβραῖοι, ε λεγον· Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλ μοὶ ἡμῶν· ἐμνήσθημεν γὰρ ο ταν ἐκαθέσθη μεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν ἐν Αἰγύπτῳ. Καὶ ἡμεῖς ταλανίζομεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας, οὐχ ὁρῶντες ο τι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται· ἀντὶ γὰρ τῆς πνευματικῆς τροφῆς τὰ πράσα, τὰ δυσώδη, καὶ τὰ κρόμυα, τὰ βλάπτοντα τοὺς ὀφθαλ μοὺς τῆς ψυχῆς, καὶ τὰ πληροῦντα δυσώδη ἁμαρτήματα, σκόροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοδμίας. Καὶ τὴν ε κλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύ σιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνε λόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν α ρτον τὸν ἐκ τοῦ οὐ ρανοῦ, ου προφῆται κήρυκες καὶ διάκονοι, νεφέλαι καλούμενοι, διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν, καὶ διὰ τὸ ἐν τάξει νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους, ἐξα ποστελεῖ ἡμῖν ὁ Θεὸς κρέας ὡσεὶ χοῦν, ε ως ἐξέλθῃ ἐκ τῶν μυκτηρίων ἡμῶν, καὶ ε ως πληρώσῃ ἡμᾶς νόσοις καὶ μαλακίαις, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ἐπιζη τοῦντας. Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν διὰ ταῦτα, καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ καὶ πᾶσι κα κοῖς διὰ τὴν διψυχίαν αὐτῶν. ̓Αλλ' ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόνημα τῆς σαρκὸς μὴ τρέφον τας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾶν τῶν γλυκαινόντων τὴν τοῦ ̔Υψίστου χρησ τότητα· (γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα), μηδὲ ἐκπειράσαι μὲν αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν, η γουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐκ βά θους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδ' αἰτήσαιμεν βρώ ματα ταῖς ψυχαῖς ἡμῶν, οὐ ταῖς κατ' εἰκόνα λέγω, αι τρέφονται ἐκ τῶν τῆς ζωῆς α ρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι. ὀρεγομέναις οὐκ ὀφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλ' ἡ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.