Unit 13 rem early
Rem early: Unit 13; lemma and Origen’s theoria.
Greek
τὸν κα τὰ καιρὸν ἐπιδημοῦντα Σωτῆρα τῷ γένει, ο πως οἱ τεχθησόμενοι υἱοὶ, τουτέστιν οἱ μακάριοι μαθηταὶ τὰ θαυμάσια α κατώρ θωσεν ὁ Χριστὸς, ἀπαγγελοῦσι τοῖς προσελ θοῦσι τῇ πίστει, καὶ ταῦτα αὐτοῖς διηγήσον ται, δι' ω ν δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι, τὴν τῶν πατέρων κα κοδαιμονίαν μὴ μιμησάμενοι. ̔Ο γὰρ πρό τερον λαὸς οὐκ ἐτήρησε τὴν συνθήκην, τὴν πρὸς τὸν Θεὸν, ου τοὺς ψόγους μανθάνω μεν, ι να μὴ γινώμεθα ὡς ἐκεῖνος, ὁ δὲ λαὸς ὁ τεχθησόμενος, ὁ ἐξ ἐθνῶν πιστεύσας, συν ταφεὶς Χριστῷ διὰ τοῦ βαπτίσματος, καὶ συνανέστη αὐτῷ· διὸ ει ρηται· ̓Αναστήσον ται υἱοὶ τεχθησόμενοι. 77.10-12 Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐθέ λον πορεύεσθαι. Καὶ ἐπελάθοντο τῶν εὐερ γεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ω ν ε δειξεν αὐτοῖς ἐναντίον τῶν πατέρων αὐ τῶν, α ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, ἐν πεδίῳ Τάνεως. Καίτοι πολλὰ εὐηργετουμένα πάντα ἀπὸ τῆς μνήμης ἀπεῤῥίπτησαν· καὶ τούτου ἀπό δειξις τὸ παραδοῦναι αὐτὸν Πιλάτῳ. Εὐερ γετούμενοι ὑπὸ τοῦ κτίστου, ἐπιλανθάνονται οἱ αἱρετικοὶ, καὶ οὐκ ἐνορῶσιν τοῖς ἐν τῇ κτίσει θαυμασίοις. Οἱ ἀρνούμενοι τὰ πα λαιὰ οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, ἀλλὰ καὶ οἱ διακόπτοντες τὴν θεότητα, ἐν τῷ τοῦ κτίσαντος πνευματικῷ νόμῳ οὐκ ἐβουλήθησαν πορεύεσθαι. –Τάνις λέγεται ἐντολὴ ἀπὸ κρίσεως, η ἐντολὴ ταπεινή· περὶ Τάνιν γέγονεν τὰ θαύματα. 77.13 Εστησεν υ δατα ὡσεὶ ἀσκόν. ̓Αντὶ τοῦ ἐν ἀσκῷ. 77.14 Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ο λην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Καὶ ἡμέρᾳ παρεῖχε νεφέλην σκιάζουσαν καὶ τὸ λυπηρὸν τῆς ἀκτῖνος ἀποκρουομένην· νύκτωρ δὲ πρὸς χρείαν παρεῖχε φωτίζουσαν. 77.16 Καὶ ἐξήγαγεν υ δωρ ἐκ πέτρας. ̔Η δὲ πέτρα, φησὶν, τίς η ὁ Χριστός; 77.17 Καὶ προσέθεντο ε τι τοῦ ἁμαρτά νειν αὐτῷ. Οὐχ ἑαυτοῖς φησιν, αὐτῷ γὰρ Θεῷ ἡμάρ τανον διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας. 77.18 Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν. Ορα δὲ τὴν τοῦ Θεοῦ οἰκονομίαν· ὁρῶν λαὸν ἐπιθυμητὸν, καὶ καθάραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ο τι λόγῳ διδασκαλικῷ οὐ καθαίρεται, ἀλλ' αὐτῇ τῇ ἐπιθυμίᾳ γινομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ υ πνου μόνον, ἀλλὰ καὶ βρωμάτων, διὸ ε πεμψεν αὐτοῖς ὀρτυγομή τραν ἐπὶ τριάκοντα ἡμέρας. Οἱ δὲ τῇ ἀ πληστίᾳ χρησάμενοι, χολερικῷ πάθει διεφ θείροντο. ∆ὶς δὲ εὑρίσκω τὸν λαὸν φάγοντα ὀρτυγομήτραν, α παξ μὲν ἡνίκα εὐθέως ἐξῆλ θεν ἐκ γῆς Αἰγύπτου, τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς ̓Αριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς ει πεν τὸν α ρτον τοῦ Θεοῦ, καὶ διάκενον αὐτὸν ὠνόμασεν, ο τε καὶ ὀργὴ ἀνέβη ἐπ' αὐτοὺς, τάχα ὡς κάτω που ου σα πρὶν η ἁμάρτωσιν. 77.19-25 Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ ει παν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν υ δατα, καὶ χείμαῤῥοι κατε κλύσθησαν, μὴ καὶ α ρτον δυνήσεται δοῦναι; η ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; δια τοῦτο η κουσε Κύριος, καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν ̓Ιακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν ̓Ισραὴλ, ο τε οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ η λπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ε βρεξεν αὐτοῖς μάννα φάγειν, καὶ α ρτον οὐρανοῦ ε δωκεν αὐτοῖς. Αρτον ἀγγέλων ε φαγεν α νθρωπος, ἐπισιτισ μὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. ̔Ρύεται τοίνυν ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρ τίαν, ι να εἰσαγάγῃ διὰ πολλῶν γυμνασίων, διὰ πολλῶν θαυμασίων, δι' α ρτου ἐπουρανίου, δι' υ δατος ἀπὸ τῆς πέτρας (ἡ πέτρα δὲ ὁ Χριστὸς), ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα ου ν ἐμοὶ, ἐὰν νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμά των κλυδώνιον, δυνηθῶ, εὐεργεθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους καὶ τὸν νοητὸν Φαραώ. Αὐτὸς δὲ ω ν ἐν τῷ φωτὶ τῆς ἡμέρας, σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης καὶ ὑπὸ φωτισ μοῦ πυρὸς, ἐάν ποτέ με σκοτεινὰ καὶ δύ σκολα καταλάβῃ, καὶ ὁ κόσμος μὲν ἐσκότω ται, καὶ πάντα ἀγνοίας πεπλήρωται. ̓Εὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ε νθα πολλὴ ἐπικρατεῖ α νοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον, πέτραν ὀνομαζό μενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον υ δωρ ἀβύσσῳ, καὶ τοὺς ἐκ τῆς πνευματικῆς κοιλίας ποταμούς· ἐγὼ δὲ παραπικραίνω τὸν Υψιστον ἐν
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.