Fragmenta in Psalmos (Greek) Unit 15 opening
Unit 15.
Lemma-led open — . ̔Ο ποιμαίνων τὸν ̓Ισραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα ̓Ιωσήφ. Οὐκ ἀπέστην, εἰμὶ εἰς τ
Greek
79.1 ̔Ο ποιμαίνων τὸν ̓Ισραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα ̓Ιωσήφ. Οὐκ ἀπέστην, εἰμὶ εἰς τὰ πρόβατα, ω ν ε καστος λέγει τῷ Θεῷ· Κτηνώδης ἐγεννήθην παρὰ σοί. Καί· Κύριος ποιμαίνει με. Οταν δὲ ὡς ἀπὸ ποιμένος εὐφρανθῇ, ἐρεῖ ὡς λο γικός· ̔Ητοίμασε ἐνώπιόν μου τράπεζαν. 79.2,3 ̔Ο καθήμενος ἐπὶ τῶν Χερουβεὶμ, ἐμφάνηθι, ἐναντίον ̓Εφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. ̓Ενταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβεὶμ ὁ Θεὸς, ὡς καὶ παρὰ τῷ ̔Ιεζεχιήλ. ̓Αλλαχοῦ δὲ ἐπέβη ἐπὶ τῶν Χερουβεὶμ, καὶ ἐπε τάσθη. Καὶ διὰ μὲν τῆς καθέδρας τὴν στα θερὰν ε ξιν μηνύει τῶν Χερουβείμ· διὰ δὲ τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέρ γειαν. ̓Απὸ δὲ τῶν τριῶν ἐπιφανεστέρων φυ λῶν τὸ σύμπαν τοῦ ̓Ισραὴλ ἐσήμηνε γένος. Ποτὲ ὁ λόγος πρὸς τὸν καλόν ἐστι ποιμένα, τὸν ποιμαίνοντα τὸν ̓Ισραὴλ, ἐναντίον ̓Εφραὶμ, ὁδηγοῦντα δὲ τὸν ̓Ιωσὴφ ἐναντίον Μανασσῆ, καθήμενον δὲ καὶ τῶν Χερουβεὶμ ἐναντίον Βενιαμίν. – ̓Επὶ τοῦ δυνατοῦ τὰ Χερουβεὶμ λέγεται ἀεί. ̔Ο ἐπὶ πάντων, φησὶ, ω ν τῶν δυνατῶν, καὶ πάσας ε χων ὑφ' ἑαυ τὸν ει τε ἀοράτους δυνάμεις, ει τε ὁρατοὺς, δεῖξον σεαυτὸν διὰ τῆς εἰς ἡμᾶς βοηθείας. 79.6 Ψωμιεῖς ἡμᾶς α ρτον δακρύων. ∆ιὰ τούτων ῥημάτων παρίστησε τὴν πι κροτάτην μετάνοιαν. 79.9,10 Αμπελον ἐξ Αἰγύπτου μετῇρας· ἐξέβαλες ε θνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας ε μπροσθεν αὐτῆς, καὶ κατεφύ τευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ. Εθνη μὲν ἐξέβαλεν ὁ Θεὸς, ι να καταφυ τεύσῃ τὸν ̓Ισραὴλ, συνέκλεισε δὲ εἰς ἀπεί θειαν τὸν ̓Ισραὴλ, καὶ τὴν ἀνόδευτον ε ρη μον, οὐκ ου σαν πρότερον ὁδὸν ὡδοποίησεν ὁ Θεὸς τῶν δυνάμεων, ε μπροσθεν τῆς ἀμπέ λου. 79.11 ̓Εκάλυψεν Θεοῦ. ο ρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ ̓Αναδενδράδες εἰσιν οἱ θεωρητικοί. 79.13 Ινα τί καθεῖλες τὸν φραγμὸν αὐ τῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπο ρευόμενοι τὴν ὁδόν; Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρ ποὺς ἡμῶν· ου ς αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνερ γοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς. 79.14 ̓Ελυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς α γριος κατενεμήσατο αὐτήν. Μονιὸν δὲ α γριον λέγει τὸν Σατανᾶν, ο νπερ σημαίνει χοῖρος ἐξ υ λης, λέγει δὲ τὸν διάβο λον. 79.17 ̓Εμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμ μένη· ἀπὸ τῆς τιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Οὐκ ἀμνὸς, φησὶ, μέλλων αὐτοὺς τιμῶν ῥύσασθαι, ἀλλ' ἀρκεῖ καὶ μόνη ἡ ἐπιτίμησις πάντας ἀφανίσαι, γενομένης τῆς σῆς προ νοίας ἐπάνω. 79.18 Γενηθήτω ἡ χείρ σου ἐπ' α νδρα δε ξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ο ν ἐκρα ταίωσας σεαυτῷ. Ανδρα δεξιᾶς τὸν Χριστὸν ὀνομάζει· α ν δρα δὲ διὰ τὴν ἀνθρωπότητα· δεξιᾶς αὐτοῦ, πρῶτον μὲν ὡς ἐν δεξιᾷ τοῦ Πατρὸς, μετὰ σαρκὸς καθεζόμενον, ε πειτα δι' αὐτοῦ πᾶ σαν τὴν κτίσιν ἐποίησε. 79.19 Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ο νομά σου ἐπικαλε σόμεθα. ̓Επεὶ ἡ ζωὴ ἡμῶν κέκρυπται [ἐν Χρισ τῷ], ζωώσεις ἡμᾶς εἰς τὸν μέλλοντα χρό νον. –Ζωοποιήσεις ἡμᾶς, οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ εἰπών· ̓Εγώ εἰμι ἡ ζωή· ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀ ληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ἀνυμνήσει· τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν πατέρα Θεόν. 80.1 Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ ̓Ασὰφ ψαλμός. ̓Αγαλλίασθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. ̓Αλαλάξατε τῷ Θεῷ ̓Ιακώβ. ̓Ηθικώτερον δὲ, ω ν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ε ρχονται, ἀκουέτω σαν τοῦ ἀγαλλιᾶσθαι τῷ Θεῷ· ὁ δὲ ἁμαρ τὼν, καὶ δεόμενος μετανοίας καὶ ἐπιστρο φῆς, μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Καὶ σὺ δὲ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ, τὴν συγκο μιδὴν
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.