Unit 14 rem close
Rem CLOSEOUT: Unit 14 CLOSEOUT.
Greek
σκηνώ μασιν αὐτῶν τὰς φύλας τοῦ ̓Ισραήλ. Κατεσκήνωσε τὰ ε θνη πιστεύσαντα εἰς τὸν Χριστὸν, καὶ εἰσήγαγεν αὐτούς. 77.61 Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθροῦ. Τοῦ σκηνώματος τὴν καλλονὴν τὴν κιβω τόν φησι. 77.65 Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οι νου. ̔Ο δυνατὸς, καρηβαρήσας ἐξ οι νου, ο ταν ἀναστῇ, σφοδρότερον κινεῖται καὶ ὁρμη τικώτερον· ου τω, φησὶ, καὶ ὁ Θεὸς ἀνέστη κατὰ τῶν ἀλλοφύλων. Πλὴν καθάπερ ἡ κραιπάλη, τουτέστιν ἡ μέθη, ἐπείσακτον πάθος ἐστὶν, οὐκ ε μφυτον, ου τως ἡ ὀργὴ πάθος οὐκ ε στι Θεοῦ, ἀλλὰ τιμωρία δι καία τοῖς πλημμελοῦσιν ἐπαγομένη. Μη δέποτε ου ν ἀναγινώσκων περὶ Θεοῦ ταῦτα τὰ ἀνθρωποπρεπῆ, ὑπολάμβανε τὸν Θεὸν ἐν πάθει ει ναι· ἀπαθὴς γάρ ἐστι παντὶ τρόπῳ. ̔Ο δὲ ἁμαρτάνων ἐκκαίει ἑαυτῷ ὀργήν. Εἰ ἐγὼ ει πον τὸν Θεὸν ὡς κεκραιπαληκότα ἐξ οι νου ἀναστήσασθαι, τίς οὐκ α ν ἐπελάβε τό μου τῶν φιλαιτίων, λέγων ο τι μέθην καὶ κραιπάλην φέρεις ἐπὶ τὸν Θεὸν, α νθρωπος διδασκόμενος ο τι οὐδὲ α νθρωποι μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσιν; ̓Αλλ' ο μως τὸ α γιον Πνεῦμα, ἐν τῇ ἐλευθέρᾳ τοῦ λέγειν ἐξουσίᾳ τυγχάνον, ει πε τὸν Θεὸν δια νίστασθαί ποτε ὡς δυνατὸν, καὶ κεκραιπα ληκότα ἐξ οι νου. Τάχα γὰρ οἱονεὶ ἡμεῖς κα ρηβαροῦμεν, καὶ μεθύειν ποιοῦμεν τὸν Θεὸν, ὡς καθεύδειν, ὡς ὀργίζεσθαι, ὡς τὰ λοιπὰ, α μὴν ἐφ' ἡμῖν. ̓Αλλὰ γένηται, ὡς καὶ κε κραιπαληκώς. ̓Αλλ' ἐὰν ἐπιστρέψωμεν, καὶ γινώμεθα ευ φρονες, ἐγείρεται. Καὶ τί ποιεῖ; 77.66 Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὰ ὀπίσω, ο νειδος αἰώνιον ε δωκεν αὐτοῖς. Πατάσσει εἰς τὰ ὀπίσω τοὺς ἐχθρούς. Οἱ γὰρ κατενώπιον βλέποντες τοῦ Θεοῦ, καὶ παριστάμενοι αὐτῷ, οὐ πατάσσονται, ἀλλ' ο ταν τις φύγῃ τὸν Θεὸν, τότε πατάσσεται, καὶ μὲν ἀναίσθητος ω ν τῶν οἰκείων ἁμαρτημά των, ει τα ὀνειδίζεται παρὰ τοῦ θέλοντος αὐ τὸν εἰς ἐπιστροφὴν α γειν· μετανοήσῃ καὶ αἰσχυνθῇ, ἀναίσχυντος ω ν τὸ πρότερον, α μα τε η ρξατο ὀνειδίζειν ὁ Κύριος, καὶ ἐπαύσατο. ̓Εὰν δὲ μὴ μετανοήσῃ, τηρεῖται αὐτῷ ὁ ὀ νειδισμὸς καὶ ἐπὶ τὴν ἀνάστασιν. –Καὶ ἐπάταξε κτλ. Τοῦτό φησιν, διὰ τὸ ̓Αζωτίους καὶ ̓Ασκαλωνίτας εἰς τὰ ὀπίσω τῆς ε δρας πατάξαι, α χρις ου τὴν κιβωτὸν ἐξαπέστει λαν. 78.2 Εθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Τῶν δαιμόνων οἱ μὲν θεωρίᾳ, οἱ δὲ πρά ξει ἀντίκεινται· καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ' α ν θηρία τῆς γῆς. – ̔Ως πετεινὰ τοῦ οὐ ρανοῦ η θηρία τῆς γῆς, τὰ ε θνη καὶ αἱ βα σιλείαι τῆς γῆς κατέφαγον ̓Ιάκωβον τὸν ̓Ισραήλ. 78.3 ̓Εξέχεαν τὸ αι μα αὐτῶν ὡς υ δωρ. Τὸ ου ν αι μα, ο ἐξέχεαν, ἐκ τῶν ἐσθιομέ νων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστί. – Χρήσαιτο α ν τις τούτοις ἐκ δίκης τοῦ ἐκχυθέντος μαρτύρων αι ματος αὐτῶν. 78.7 Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Τόπος γνώσεως Θεοῦ καὶ νοῦς. 78.8,9 Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ο τι ἐπτωχεύσαμεν σφόδρα, βοήθησον ἡμῖν, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν, ε νεκα τῆς δόξης τοῦ ὀνόματός σου. Τὸ δέ· ἐπτωχεύσαμεν, ἀντὶ τοῦ· πάσης ἐγυμνώσθημεν προστασίας. Καλῶς δὲ καὶ τό· ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἀντὶ τοῦ· ὡς ἀεὶ τοῦτο ἐφάνης ποιῶν, ου τω καὶ νῦν ποίησον, καὶ ταῦτα πρὸς ἀναξίους, ο τι καὶ οὐχ ὡς α ξιοι, αἰτοῦσιν· ἀλλ' ὡς τοῦ Θεοῦ ὀφείλοντος ἑαυτῷ ἀκολουθεῖν, ἐπάγουσιν· ε νεκα τῆς δόξης τοῦ ὀνόματός σου, ο ταν γυμνοὶ γεγό ναμεν πάντη ἀπὸ τῆς σῆς βοηθείας, νῦν δώ ρησαι ἡμῖν ταύτην, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν. 78.11 Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγ μὸς τῶν πεπηδημένων. Νοῦν μὲν δεσμοῖ ἀγνωσία, ψυχὴν δὲ κα κία· ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθύμιον, ο περ λέγεται θυμικὸν καὶ ἐπιθυμικόν. 78.12 ̓Απόδος τοῖς γείτοσιν ἡμῶν ἑπ ταπλάσια εἰς τὸν κόλπον αὐτῶν. ∆ότωσαν δίκας ὑπὲρ ω ν ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει, ὡς καὶ τὸ ὀκτωπλά σιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό· ∆ὸς μερίδα τοῖς ἑπτὰ καίγε τοῖς ὀκτώ. – ̔Ο κόλπος τὸ ἀκόριστον δηλοῖ· τοῦτο ου ν λέ γειν βούλεται, ο τι ἀκόριστον αὐτῶν ποίησον τὸν ὀνειδισμὸν, μεγάλως καὶ δοκοῦσι παρο ξύνειν τὸν Θεόν· οὐ γὰρ ει ρηκε τὸν ὀνειδισ μὸν ἡμῶν, ἀλλὰ τὸν σόν· ὁ γὰρ περὶ ἡμᾶς ὀνειδισμὸς, σὸς μᾶλλον η ἡμῶν. Τοῦτο ου ν φησί· πολλαπλασίως ἀπόδος ἐκείνοις, σύνα ψον αὐτοῖς τιμωρίαν ἀκόριστον, καὶ πλείονα τῆς ἡμετέρας.
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.