Unit 16 rem early
Rem early: Unit 16; lemma and Origen’s theoria.
Greek
ἡμῶν, καὶ κατωτέρω δὲ καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς· ἐν τῇ εἰς τὴν γῆν καθόδῳ τοῦ σωτῆρος ἡμῶν, εὐδόκησεν ὁ Θεὸς τὴν γῆν ἑαυτοῦ. Η γῆν σου, ἀντὶ διαστολῆς ἀλλοτρίας λέγει τὴν ̓Ιουδαίαν, τῷ διὰ τῆς πίστεως γενομένῳ αὐτοῦ λαῷ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχα ρίου τοῦ προφήτου· ̓Εκείνῃ τῇ ἡμέρᾳ κατα φεύξονται ἐπὶ τὸν Κύριον ε θνη πολλὰ, καὶ ε σονται αὐτῷ εἰς λαόν. 84.8 ∆εῖξον ἡμῖν, Κύριε, τὸ ε λεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Οὐ μόνον ὁ ἐλεούμενος ὁρᾷ τὸν δεικνύμε νον αὐτῷ ε λεον ἀπὸ Θεοῦ, ἀλλὰ πολλῷ μᾶλλον ὁ φωτιζόμενος εἰς γνῶσιν τοῦ ἐλέου, ω στε α ν εἰπεῖν· Ελεον καὶ κρίσιν ᾳ σομαί σοι, Κύριε. Νῦν ἑνικῶς τὸ σωτήριον ἡ ἀρε τή ἐστι, τὸ σωτήριον τοῦ Θεοῦ ὁ Χριστός. 84.9 Οτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. Καὶ ἐπὶ τοὺς ἀποστόλους αὐτοῦ καὶ πάν τας τοὺς πιστεύοντας εἰς αὐτὸν, ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησιν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι. ∆είκνυσι δὲ καλῶς ὡς ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ μηκέτι πταιόντων δικαιο σύνης ἀρχὴ, διὸ καὶ πελάζει φοβουμένοις ἡ σωτηρία, καὶ η ν ἀφῆκας, ἀπολαμβάνουσι σὺν εὐκλείᾳ πατρίδα. 84.10 Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐ τὸν τὸ σωτήριον αὐτοῦ. Εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστὸς, καλῶς ου ν λέγεται ὁ σωτὴρ ἐγγὺς ει ναι τῶν φοβουμένων αὐτόν. 85.1 Προσευχὴ τῷ ∆αυίδ. Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων ἀναπεμπομένη. 85.2 Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. ∆οῦλος Θεοῦ, ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μη δέ τινι πάθει ὑποκείμενος, ἐν μόνῳ δὲ ἐλπί ζων Θεῷ. ̓Εγὼ η λπισά σοι, δέσποτα, δὸς ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. – ̔Η γνῶ σις τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς. ̓Επειδὴ ο σιος ἑαυτῷ κατηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ' αὐτῷ μό νῳ τὴν ἐλπίδα τῆς σωτηρίας ε χειν ἐπαγγελ λόμενος. 85.4 Ευ φρανον τὴν ψυχὴν τοῦ δούλου σου, ο τι πρὸς σὲ, Κύριε, ῃ ρα τὴν ψυχήν μου. Ευ φρανον, η τοι διὰ ζωήν. ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τε παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ ει ναι εἰς προσευχήν. Αι ρει πρὸς Κύριον τὴν ἑαυ τοῦ ψυχὴν, ὁ διὰ πράξεως καὶ θεωρίας κου φίζων αὐτήν. 85.5 Οτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. ̓Αντὶ τοῦ ἐπιεικὴς ̓Ακύλας καὶ Θεοδο τίων ἱλαστὴς εἰρήκασιν· ὁ δὲ Σύμμαχος· Καὶ ἀφιείς. ̓Επήγαγε δὲ τοῦτο θεραπεύων τὸ δοκοῦν φορτικόν. 85.8 Οὐκ ε στιν ο μοιός σοι ἐν θεοῖς, Κύ ριε. Τίνι γὰρ ει πεν ποτὲ ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου; 85.9 Πάντα τὰ ε θνη ο σα ἐποίησας, η ξου σι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ο νομά σου, Κύριε. Εἰ τὸ ο νομα Κυρίου, η ξει δηλονότι καὶ τὰ πάντα τὰ ε θνη η ξει καὶ προσκυνήσει ε θνη τὰ τοὺς πολέμους θέλοντα· εἰ δὲ ου τω πᾶσα α ρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον Κυ ρίου, ε πειτα δὲ καὶ δοξάσει τὸ ο νομα αὐτοῦ, ο περ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα Πα τέρα. 85.11 ̔Οδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. ̓Εγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Χριστός. Καὶ πάλιν· ̓Εγώ εἰμι ἡ ἀλήθεια. Ευ χεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι, ὡς ὁδὸν τὸν Χριστὸν, τουτέστιν ὡς ἀρετὴν, ε πειτα δὲ ὡς ἀλήθειαν, ο περ ἐστι τῆς θεωρίας. 85.17 Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀ γαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ο τι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρακάλεσάς με. Οὐχ ἁπλῶς σημεῖον, ἀλλὰ σημεῖον ἀγα θὸν, ἀντὶ τοῦ· Ποίησον σημεῖον ἐμοὶ φέρον τὸ σωτήριον. Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, τὴν εἰς ἐμὲ τοιγαροῦν πρόνοιαν δυσμενεῖς θεασάμενοι αἰσχύνης ἀναπληθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. Ση μεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ Πνεύ ματος τοῦ ἁγίου, ταῦτα γὰρ μάλιστα αἰσχύ νονται καὶ οἱ δαίμονες. –Καὶ παρεκάλε σάς με. Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πολλῶν κόπων. Η ἐστί· Βεβαιώθημαι καὶ παρακέκλημαι. 86.1 Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. ̓Επινίκιος ου τός ἐστιν, ἀπαλλαγείσης τῆς πόλεως· προθεσπίζει δὲ καὶ τὴν κληρονο μίαν καὶ σωτηρίαν τῶν ἐθνῶν. 86.2 Οἱ θεμέλιοι ἐν τοῖς ο ρεσι τοῖς ἁγίοις. ̓Αγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάν τα τὰ σκηνώματα ̓Ιακώβ. Θεμέλια τῆς εὐσεβείας τὰ θεῖα παιδεύμα τα· ο ρη δὲ α για, ἐφ' ω ν ταῦτα πέπηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἀπόστολοι. Περὶ τούτων γὰρ ε φη καὶ Παῦλος· ̓Εποικοδομη θέντες εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ προφητῶν· ἐπὶ τούτων τῶν ἁγίων
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.