Fragmenta in Psalmos (Greek) · §u16-open

Fragmenta in Psalmos (Greek) Unit 16 opening

Unit 16.

Lemma-led open — μείζων ἡ τρυγὼν τοῦ στρουθίου. . , ̓Αναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο ἐν τῇ κοιλάδι τοῦ

Greek

μείζων ἡ τρυγὼν τοῦ στρουθίου. 83.6,7 ̓Αναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ο ν ε θετο. Αἱ ἀναβάσεις αὐταὶ τῶν γνώσεων τῇ καρ δίᾳ συμβαίνουσιν ἐκ τῆς ἀντιλήψεως τοῦ Θεοῦ, τουτέστιν καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀνα βαίνει τὰ περὶ τῆς κρίσεως, καὶ διατίθεται ἐν αὐτῷ, καὶ φυλάττει τὰς ἐντολὰς τοῦ Θεοῦ. Κοιλὴ δὲ κλουθμῶνός ἐστιν, η τοι τὸ ἀνθρώπινον σῶμα, η τὸ συγγενὲς τούτου κόσμος. 83.8 Πορεύσονται ἐκ δυνάμεως εἰς δύνα μιν. Σύγκρισις ἁγίας γνώσεως πρὸς γνῶσιν ἀν θρωπίνην· σύγκρισιν ποιησαμένοις τῆς γνώ σεως τῆς τῶν ε ξωθεν σοφῶν καὶ τῆς τοῦ Θεοῦ, ἀποφαίνεται κρείσσω ει ναι τὴν μικρὰν μερίδα παρὰ Κυρίου η τοὺς θησαυροὺς μετὰ ἀφοβίας, τοὺς παρὰ τῷ Σωλομῶνι λεγομέ νους. Καὶ μετ' ὀλίγον· ̔Ο αὐτός φησιν· ἐξελε ξάμην παραῤῥίπτεσται ἐν τῷ οι κῳ τοῦ Θεοῦ μου, μᾶλλον η οἰκεῖν με ἐν σκηνώματι ἁ μαρτωλῶν· ου τω δή μοι ὁ θεῖος ἀξιέραστος οι κος, ὡς αἰρεῖσθαι παρὰ τοῦτον, καὶ ἐπ' ἐ δάφους ἐῤῥίφθαι καὶ πρὸ τῶν τούτου καλιν δεῖσθαι θυρῶν, η ἐν ταῖς μεγάλαις καὶ λαμ πραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι· καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ πνεύματος μὴ παραβλέπειν τοῦ θείου οι κου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευό μεθα τοὺς τῷ Θεῷ ἀφιερωμένους οι κους πο θεῖν ἀεὶ, ο μοιον ὡσεὶ λέγοι· καὶ μικρός τις καὶ εὐτελὴς ει ναι μᾶλλον βουλοίμην α ν ἐν τῇ ἐκκλησίᾳ, η μέγας ἐν τῷ ἁμαρτωλῷ λαῷ. 83.9,10 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰ σάκουσον τῆς προσευχῆς μου. ̔Υπερασπισ τὰ ἡμῶν ι δε, ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. ̓Αντὶ τοῦ· ἐπέμενον ὑμῶν προιστάμενος, ὑπερασπίζων καὶ φροντίζων καὶ τῆς εὐπρε πείας τῆς βασιλείας ἡμῶν. Χριστὸν γὰρ λέ γει ἐνταῦθα, τὸν ἐκ Βαβυλῶνος ἐπανελθόν τα βασιλέα τὸν Ζοροβαβέλ. Η πρόσωπον χριστοῦ λέγει τὸν σεσωσμένον λαὸν, ο ν καὶ Παῦλος μέλη Χριστοῦ καὶ σῶμα ἐκάλει. 83.12 Οτι ε λεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει. Ελεον καὶ ἀλήθειαν, ἀντὶ τοῦ· ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ Κύριος. Συνηθὲς γὰρ τῇ γραφῇ τὴν ε ξιν ἀντὶ τοῦ μετέχοντος λέ γειν· οὐχὶ δύο λέγει πράγματα, ἀλλ' η δεται τῷ ἐλεεῖν καὶ ἀληθεύειν ἀγαπᾷ· η ε λεος καὶ ἀλήθειαν ἀγαπᾷ, οὐ τὰς δι' αἱμάτων θυσίας, ἀλλὰ τὸ ποιεῖν ε λεος καὶ ἀγαπᾶν τὴν ἀλήθειαν, –Χάριν, φησὶ, θείαν οἱ τοιοῦ τοι ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρου νῶν ἀρύοντες, οἱ τὴν ἀλήθειαν δηλαδὴ καὶ τὸν ε λεον ἀγαπῶντες. 83.13 Κύριε τῶν δυνάμεων, μακάριος α νθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Κατάδηλον πάντη τοῦ ψαλμοῦ τὸ ἀκρο τελεύτιον· μακαρίζει γὰρ καὶ ζηλωτὸν ὀ νομάζει τὸν πάσης μὲν βιωτικῆς εὐκληρίας καταφρονοῦντα, μόνῃ δὲ ἐπὶ τὸν Θεὸν ἐλ πίδι θαῤῥοῦντα. 84.1 Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλ μός. Οἱ μὲν υἱοὶ Κορὲ τὸ αὐτὸ ε λεγον δύο η τρεῖς· ε ν μὲν δὲ λέγεται, ι να τὸ αὐτὸ λέγω μεν πάντες. ̓Επινίκιος καὶ ου τος τῶν ἐπ ανελθόντων ἐκ Βαβυλῶνος· ἐσχημάτισται δὴ, ὡς τοῦ Θεοῦ στρατηγοῦντος, καὶ λαβόν τος τὴν αἰχμαλωσίαν, καὶ διὰ χρόνου ἐπα νερχομένου εἰς ̔Ιερουσαλὴμ, καὶ τοῦ λαοῦ καταδιελόντος ἑαυτὸν δίχα, τοῦ προηγουμέ νου τε καὶ ἑπομένου, καὶ ὡς νικητὴν ἀνευ φημοῦντος τὸν τῶν ο λων Θεόν. Προθεσπίζει δὲ ἐνταῦθα μετὰ τῆς σκιᾶς καὶ τὴν ἀλή θειαν, η τοι μετὰ τὴν τῶν ̓Ιουδαίων ἐκ Βαβυ λῶνος ἐπάνοδον καὶ τοῦ παντὸς κόσμου τὴν σωτηρίαν. 84.2,3 Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν ̓Ιακώβ. ̓Αφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας τὰς ἁμαρτίας αὐτῶν. Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαί αν γῆν τυγχάνουσαν, διὰ τοῦ δέχεσθαι τὸν παρ' αὐτοῦ σπορὸν, καὶ ὡς ἑκατὸν καρποφο ρεῖ· καὶ ἀφίησι μὲν τὰς ἀνομίας διὰ τοῦ βαπτίσματος· ἐπικαλύπτει δὲ τὰς ἁμαρτίας διὰ τῆς πικρᾶς μετανοίας. Νῦν μὲν τὴν γῆν σου, κατωτέρω δὲ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.