Unit 17 rem mid
Rem mid: Unit 17; lemma continues; spiritual reading with the letter.
Greek
γὰρ ἡ γραφὴ τὴν ἑσπέραν καλεῖ) διὰ δὲ τοῦ ̔Ερμωνιεὶμ, τὸν νότον· καὶ διὰ τοῦ Θαβὼρ, τὴν ἀνατολήν· Θαβὼρ καὶ ̔Ερ μὼν ο ρη εἰσὶν ἐν Παλαιστίνῃ. ̔Ο δεσπόζων, ε φη, πάντων τῶν κλιμάτων, ευ φρανον τὰ ο ρη ταῦτα τῇ ἐπικλήσει σου, ἐπαγαγὼν ἡμᾶς ἐν αὐτοῖς οἰκοῦντας. –∆ιὰ τούτων πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας ἐδήλωσεν· ταῦτα γὰρ ἐ κείνης εἰσιν ο ρη τῆς γῆς. Οὐ μὴν τὰ ο ρη τοῦ το δράσειν ει ρηκεν, ἀλλὰ τοὺς παρὰ τὰ ο ρη κατοικοῦντας ἀνθρώπους, τοὺς ἐναντιουμέ νους ̓Ιουδαίους καὶ τὸν κόσμον σὺ πάλιν ἐνε καίνισας. –Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιῶν γαλήνην μεγάλην, ι να φθάσαντες οἱ ἐμπλέοντες ἀπελ θεῖν δύνωνται εἰς τὴν γῆν, ἐφ' η ν σπεύδου σιν. Τὸν Βοῤῥᾶν ι στησιν ὁ νότος, τουτέστιν ἐν τῷ πνεύματι ζέων τὸ ἐν κακίᾳ ψυχρόν· ἑαυτῷ δὲ ποιεῖ νοῦς Βοῤῥᾶν καὶ αὐτὴν ψυ χὴν ποιεῖ θάλασσαν· οὐχὶ ου ν Βοῤῥᾶς, οὐδὲ [θάλασσα] καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ Θεοῦ, ἀλλὰ κατὰ φύσεως εἰσὶ λογικά; –∆ιὰ δὲ τοῦ Θεοδοτίονος, πάλιν τὴν ἀνατολὴν [ἐν τῷ Θαβὼρ νόει]. Εστι δὲ ο ρος τῆς φυλῆς ̓Ισσάχαρ καὶ φυλῆς Νεφθαλεὶμ, ο ριον Ζα βουλών· κεῖται δὲ ἐν τῷ μεγάλῳ πεδίῳ πρὸς ἀνατολὰς τῆς Λεγεῶνος, ο καὶ ̓Εθαβύριον καλοῦσιν. Θαβὼρ δέ ἐστι τὸ ο ρος τῆς Γαλι λαίας, ἐφ' ου μετεμορφώθη ὁ Χριστός. ̔Ερ μωνιεὶμ δέ ἐστιν ο ρος ἐφ' ου κεῖται ἡ πό λις Ναῒν, ἐν ῃ η γειρε τὸν τῆς χήρας υἱὸν ὁ Θεός. 88.14 Σὸς ὁ βραχίων μετὰ δυναστείας, κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Σὸς ὁ βραχίων, τουτέστι τὸ δυνατὸν α παντα ἐνεργεῖν· τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας τῆς δυναστείας, ἐπὶ τῆς δυνάμεως ε λαβεν. Κραταιωθήτω ει πεν, οὐχ ι να λάβοι κράτος λέγει, ει χε γὰρ, ἀλλ' ι να φανερωθῇ πέρας τοῦ μυστηρίου τοῦ δύναμιν λαμβάνον τος, ο πως αὐτὸς ὑπέσχετο· Οταν ὑψωθῶ, λέγει, πάντα ἑλκύσω πρὸς ἐμαυτόν. 88.15 ∆ικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ε λεος καὶ ἀλήθεια προπο ρεύσονται πρὸ προσώπου σου. Ο αἰνίττεται, τοῦτό ἐστι, διὰ μὲν τῆς δικαιοσύνης καὶ τοῦ κρίματος τὸν δικαστι κὸν κεκοσμῆσθαι θρόνον· διὰ δὲ τοῦ ἐλέου καὶ τῆς ἀληθείας τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομέ νης, η θρόνον πάντως τοῦ μέλλοντος, διό περ ἑτοιμασίαν ἐμνημόνευσεν· ἐντεῦθεν γὰρ ἀφ' ω ν ἡμεῖς βιοῦμεν, δικαιοσύνην καὶ κρίμα ἑτοιμάζει ἑαυτοῦ ὁ κριτὴς πρὸς τὴν ἑκάσ του κρίσιν ω δέ που μέλλουσαν· ἐπεὶ δικαιο σύνη ἑτοιμασία ἐστι τοῦ θρόνου τοῦ Θεοῦ, τὸ κατ' ἀξίαν ἑκάστου ἀπολήψεται, καὶ ἐπεὶ κρίμα οὐδὲν ἀκρίτως ε σται, κρίματα δὲ α βυσσος πολλὴ, ο τε τις προφθάσει τοῦ ἐλεεῖν παρανόμῳ, οὐ σύνεστι τῶν ἐλέων ἀλήθεια, διὰ οὐδὲ κυρίως ε λεος ὁ τοιοῦτος. –∆ύνα ται δὲ ἐντεῦθεν ἡ τῶν ἀρετῶν ἀκολουθία δείκνυσθαι ἀντιστρεφόντως ἀλλήλοις, τοῦ τε ἐκλεκτικοῦ καὶ τοῦ ἀληθοῦς, τοῦτε δι καίου καὶ εἰρηνικοῦ. ̔Η δὲ συζυγία καὶ ἐν τῷ· Τὸ ε λεός σου καὶ ἡ ἀλήθειά σου διὰ παν τὸς, καὶ ἐν τῷ· ̓Εξαπόστειλον τὸ φῶς σου καὶ ἀλήθειάν σου. – Τὸ α γιον ε λεος τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐ σιώδη γνῶσιν δηλοῖ. 88.16 Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλα λαγμόν. Μακαρίζει ὁ λόγος τοὺς ἐν νίκαις ο ντας ἀεί. ̓Αλαλαγμὸς γὰρ φωνή ἐστιν ἐπινίκιος. Τοῦτο δέ φησιν· ἐπεὶ αὐτοὶ ᾐττηθέντες ἀν δραποδίσθησαν. 88.18 Οτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν ει σὺ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθή σεται τὸ κέρας ἡμῶν. Καύχημα τῆς δυνάμεως τῶν λεγόντων· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χρι στῷ ̓Ιησοῦ. ∆ιὸ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχυῒ αὐτοῦ, φθάνει μὲν γνῶσις ἀλα λαγμοῦ ἐπὶ λαὸν ο λον, οὐκέτι δὲ καὶ τὰ πολλὰ τῶν μακαριζομένων, ὁποῖόν ἐστι καὶ ἡ τῆς καρδίας καθαρότης. ̓Αγαπητὸν γὰρ, εἰ καὶ ὀλίγοι τοιοῦτοι εὑρεθήσονται· πλὴν ἀλλ' ἐκλεκτέον, ει ποτε καὶ ἐπ' α λλοις· λά βετε μακαρίζεσθαι, ει ρηται. Ορα δὲ ο σα τῷ μακαριζομένῳ ἐστὶ λαῷ τοῦ Θεοῦ· ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ὡς νῦν ἐν τῷ φωτὶ ἡλίου, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται ο λην τὴν ἡμέραν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται. –Κέ ρας τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως Θεοῦ. 88.20 Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ ει πας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν. Παρ' ἡμῖν δὲ ὁ λαλῶν ἐν ἀκοῇ, λαλεῖ ἐ κείνῳ πρὸς ο ν ὁ λόγος· ὁ δὲ Θεὸς ἐν ὁράσει τοῖς υἱοῖς τοῖς ἑαυτοῦ λαλεῖ· διὸ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν· τίθεται ου ν ὁ Θεὸς βοή θειαν ἐπὶ δυνατὸν, μᾶλλον η [ἐπὶ] ἀσθενῆ, ο τι καὶ, ει τις
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.