Fragmenta in Psalmos (Greek) · §u17-rem-early

Unit 17 rem early

Rem early: Unit 17; lemma and Origen’s theoria.

Greek

̓Εξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι, οὐχ η κιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούν των, ἀκριβέστερον ἐπισταμένων τὰ σὰ θαυ μάσια. Η ου τως τοῦτό φησι διὰ τοὺς λέγον τας· ̓Ετέχθη ὑμῖν Χριστὸς Κύριος ἐν πόλει ∆αυὶδ, καὶ ο τι γεννηθέντος τοῦ Χριστοῦ, ποιμέσι τοὺς ἀγγέλους εὐαγγέλισθαι, καὶ ἑ τέρους δὲ ἐπουρανίους στρατιὰς ὀφθῆναι λεγόντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ γὰρ γέγονεν α νθρωπος, φη σὶν, ὁ μονογενὴς, καὶ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ε λαβε τὴν τοῦ δούλου μορφήν· ἀλλὰ καὶ ου τός ἐστιν ἀσύγκριτος. ̓Εν τῷ ιηʹ ψαλμῷ, οἱ οὐρανοὶ διηγοῦνται· νῦν δέ φησιν· ̓Εξομολογήσονται οἱ οὐρα νοί. Τῶν γὰρ αὐτῶν ἐστι τὸ ἐξομολογεῖσθαι καὶ διηγεῖσθαι τὰ θαυμάσια Κυρίου. ̓Εξο μολογοῦνται δὲ καὶ εὐχαριστοῦσιν ἐν τῇ ἐκ κλησίᾳ τῶν ἁγίων οἱ οὐρανοί. – Η ου τως ἀντὶ τοῦ ὑπὲρ ταύτης τῆς ἐπαγγελίας καὶ τῆς φιλανθρωπίας εὐχαριστοῦσι καὶ οἱ οὐ ρανοὶ, διὰ γὰρ τῶν οὐρανῶν τὰς οὐρανίους αἰνίττεται δυνάμεις. 88.7,8 Οτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βου λῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ. Σαφέστερον τὸ κατὰ τὸν Χριστὸν αἰνίττε ται, δι' ω ν συγκρίνει μὲν αὐτὸν τοῖς υἱοῖς τοῦ Θεοῦ, ὑπερτίθησι δὲ πάλιν αὐτῶν καθ' ο σον αἱ νεφέλαι τῆς γῆς ὑψηλοτέραι· οὐχ ο τι κα τὰ τοσοῦτον διαφέρει αὐτοῖς, ἀλλ' ο τι οὐκ ει χεν α λλο μεῖζον ὑπόδειγμα εἰπεῖν. Νεφέ λαι γὰρ τοὺς οὐρανίους λέγει τόπους, ἀπὸ μέρους τὸ πᾶν ὀνομάζων. Καὶ τοῦτο δὲ ἐπι σημαντέον, ὡσεί που αἰνίττεται τὰ κατὰ Χριστὸν, καὶ ἐκκλησίας μνημονεύει, ὡς ἐν τοῖς ἀπὸ βάρεων ἐλεφαντίνων, ἀντὶ τοῦ οι κων λαμπρῶν α γαν καὶ ἐνδόξων. Εἰ γὰρ μὴ παρὰ τοῦ Υἱοῦ η ν, ει πεν α ν ὡς καὶ ἀλλαχοῦ· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν θεοῖς; Καὶ γὰρ σαρκωθεὶς καὶ δούλου μορφὴν ὑποδὺς, ἀσύγκριτος η ν. – Η ου τως, ο τι καὶ τῶν ἐπουρανίων καὶ ἐπιγείων ὑπέρκειται, καὶ παρὰ τῶν ἀσυγκρίτων ὑπέρτερος ει , καὶ οὐ δείς σοι τῶν ο ντων παραβληθῆναι δυνήσε ται. – ̓Αλλὰ καὶ ου τός ἐστιν ἀσύγκριτος ὑπὲρ πάσας τὰς οὐρανίους. Αἱ μὲν γὰρ οἰ κετικὸν ε χουσι τάγμα, ὁ δὲ δεσπότης τῶν ο λων ἐστὶ Κύριος. ̓Αλλ' οὐδὲ ἐν υἱοῖς Θεοῦ ἐστί τις ο μοιος αὐτῷ, ο τι φασίν· ̓Εκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντα ἐλάβομεν. Οὐκοῦν ὡς Θεὸς ἐξ ἰδίου πληρώματος, οἱ δὲ πλουτοῦσι παρ' αὐτῷ; – Εστι καὶ ὁ Χρισ τὸς ἐν ταῖς νεφέλαις, τοῖς προφήταις καὶ ἀγγέλοις, ἀλλ' οὐκ ἰσοῦνται ου τοι τῷ Κυρίῳ, κα ν αυ ξησιν σπούδοντες ἐπὶ τὴν ἰσότητα αὐ τοῦ· οὐ μόνον ου ν οὐκ ἰσωθήσεταί τις τῶν ἀγγέλων τῷ Κυρίῳ, ἀλλ' οὐδὲ ὁμοιωθήσεται. – Η τὸ τίς ἐπαπορητικῶς ει ρηται, τασσό μενον ἐπὶ τοῦ σπανίου. Ει τα ἐχόμενος τῆς συγκρίσεως, λέγει· ̓Εν βουλῇ τῶν ἁγίων. Βουλὴν τὴν συναγωγὴν λέγει· τὴν συλλογὴν αἰνίττεται ου ν, ο τι με τὰ πάντων τῶν ἁγίων φαινομένων ὑπεραίρει τῇ δόξῃ, ὡς καὶ φοβερὸς ει ναι τῷ κύκλῳ αὐ τοῦ, καὶ φοβερός ἐστι τοῖς τῶν ἐντολῶν αὐ τοῦ παρακούουσι. Καλῶς δὲ ἀποστροφῇ χρῆται, ι να τὴν ἀλήθειαν τοῦ λεγομένου μη νύσῃ· ἐπιφέρει γὰρ ὡς πρὸς αὐτὸν διαλεγό μενος· 88.9 Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, τίς ο μοιός σοι; δυνατὸς ει , Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. ̔Η μὲν ἀλήθεια, ὁ Χριστὸς κύκλῳ τοῦ Πατρός· οἱ δὲ ἐν Χριστῷ, περὶ κύκλῳ αὐ τοῦ, ἐφ' ου μέγας ἐστι τοῖς καθαρᾷ καρδίᾳ βλέπουσιν αὐτὸν, καὶ φοβερὸς κατὰ πλητ τομένους αὐτὸν, καὶ μὴ χωροῦντας αὐτῷ ἐ νορᾶν. –Οὐδεμία λογικὴ φύσις ὁμοία ἐστι τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεω ρίαν γινώσκει· ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα· ου ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν, τὴν τοῦ Πατρὸς, ἀλλ' αὐτὴ κυκ λοῖ τὸν Χριστόν· πολλὴν δὲ ἐν τούτῳ τῷ ῥη τῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νο μίζω, η ν ὁ ἐξαπλῶσαι βουλόμενος, παρελεύ σεται τοὺς τῶν σχολίων κανόνας. 88.11 Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνά μεως διεσκόρπισας τοὺς ἐχθρούς σου. Αἰνίττεται ου ν, ὡς δυνατοῦ ο ντος αὐτοῦ τὰ τῶν πολεμίων ὑπερηφανίας καταστέλ λειν. 88.13 Τὸν Βοῤῥᾶν καὶ θάλασσαν σὺ ε κτι σας, Θαβὼρ καὶ ̔Ερμωνιεὶμ τῷ ὀνόματί σου ἀγαλλιάσονται. ̔Ο ̓Ακύλας· Βοῤῥᾶν καὶ δεξιάν. ̔Η εʹ εκδοσις· Βοῤῥᾶν, νότον. ∆οκεῖ δὲ διὰ τῶν δύο α κρων τὸν α παντα κόσμον τῆς οἰκουμένης δηλοῦν· ἀπὸ γὰρ τοῦ εἰπεῖν τὸν Βοῤῥᾶν καὶ μεσημβρίαν, σημαίνει πάντα τὰ κλίματα· καὶ διὰ μὲν τοῦ Βοῤῥᾶ τὰ ἀρίστερα μέρη· διὰ δὲ τὴν θάλασσαν τὰ τῆς ἑσπέρας (θά λασσαν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.