Fragmenta in Psalmos (Greek) · §u19-rem-close

Unit 19 rem close

Rem CLOSEOUT: Unit 19 CLOSEOUT.

Greek

ἐν τῷ λίθῳ σύμβολόν ἐστι γνώσεως. 96.11 Φῶς ἀνάτειλε τῷ δικαίῳ. ̓Επὰν σπείρῃ ἑαυτῷ εἰς δικαιοσύνην τρυ γήσας καρποὺς ζωῆς καὶ φωτίσῃ ἑαυτῷ φῶς γνώσεως, φῶς ἀνατέλλει τῷ δικαίῳ. 97.2 ̓Εναντίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Πάντα μὲν τὰ κατὰ πρόνοιαν δικαιοσύνη Θεοῦ γίνεται, ἐπικεκαλυμμένη δὲ καὶ μὴ νοουμένη, ε ως αὐτὴν ἀποκαλύψῃ καὶ φανε ρώσῃ ὁ Θεὸς ἐν καιρῷ τοῖς ἁγίοις. ∆ικαιο σύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. 97.3 Ει δοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. ̓Εὰν μή τις γένηται ἐν τοῖς πέρασι τῆς γῆς, οὐ δύναται ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ· ὁ γὰρ τοιοῦτος οὐκ ἐστὶν ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι. 97.5,6 Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλα ταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης. ̔Υψώθη ὁ Θεὸς, κέρας Χριστοῦ αὐτοῦ, φησὶν ἡ μήτηρ Σαμουὴλ Αννα. ̓Απὸ τούτου γοῦν τοῦ κέρως ἐστὶν ἡ κερατίνη, ἐν ῃ ψάλλομεν. Εἰσὶ δὲ καὶ α λλαι ἐλαταὶ σάλπιγ γες, τῷ ἀργυρίῳ τοῦ λόγου ἐληλασμέναι. Καὶ σαλπίζουσι μὲν ἐλαταῖς οἱ τὸν λόγον τῆς ἀληθείας λαμπρῶς καὶ διαφόρως προ φέροντες, τῇ δὲ κερατίνῃ οἱ ἀπομάχεσθαι τῷ λόγῳ δυνάμενοι πρὸς σοφίσματα καὶ λό γους ἀπατηλούς· ἀμυντήριον γὰρ τὸ κέρας τοῖς ε χουσιν. Οταν ου ν καὶ ἐν τοῖς ἐλέγχοις ἱκανῶς καὶ μεγάλως φωνῇ τις κερατίνην σάλπιγγα ἠχεῖ, καὶ ἐπίστησον εἰ ὁ ἐξεγητὴς τῆς θείας παιδεύσεως ἐλατῇ μὲν χρᾶται σάλπιγγι, διδακτικῶς καὶ ἀποδεικτικῶς προ φέρων τοὺς λόγους· κερατίνῃ δὲ, ἐπιστο μίζων τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ. ̔Η κερατίνη σάλπιγξ σύμβολον νίκης ἐσ τίν. οἱ γὰρ ̔Εβραῖοι νικῶντες ἐν τοῖς πολέ μοις τῇ κερατίνῃ ἐσάλπισαν· ου τως καὶ ̓Ιωὰβ νικήσας τὸν ̓Αβεσσαλὼν, ἐσάλπισεν τῇ κε ρατίνῃ. Οστις ου ν κατὰ τὸν ἀπόστολον δύνα ται εἰπεῖν· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, ου τος νικήσας τὸν ζητοῦντα λα βεῖν τὴν βασιλείαν τοῦ Χριστοῦ ἡμῶν τοῦ ∆αυὶδ, ἐσάλπισεν τῇ κερατίνῃ. – Αμα δὲ καὶ ἰστέον ο τι πολλαχοῦ τὸ κέρας νοὺς λέ γεται τοῦ ἀνθρώπου, ὡς τό· ̔Υψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, τουτέστιν ὁ νοῦς. ̔Υψοῦται γὰρ τῷ Θεῷ τῷ ο ντι ἐν τοῖς ὑψίστοις ἀκολουθῶν. ̓Ιδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευμα τικῇ κιθάρᾳ τοῦ ∆αυὶδ τὴν θείαν ἀνακρουό μεθα μελῳδίαν. Ποιῶμεν δὲ ἡμᾶς λογικὴν κιθάραν τὰ ἡμέτερα σώματα, καὶ χρώμε θα ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι. Πλῆκτρον γὰρ παν τὸς ὀξύτερον κινουμένη ἡ γλῶττα τὴν ἐ ναρμόνιον ἀποτελεῖ τῶν κρουμάτων ἠχήν· κινεῖ δὲ τὴν γλῶσσαν ὁ νοῦς, οι όν τις μου σικὸς ἐπιστήμων, τὴν ταύτης ποιούμενος μετάβασιν η κιθάραν. –Τὸ μὲν ου ν πεπυ ρωμένον καὶ ἐκτεταμένον καὶ βεβασανισμέ νον τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τῶν ἐλατῶν, ει τουν κεχαλκευομένων σαλπίγγων σημαίνει· διὰ δὲ τῆς κερατινῆς τὸ βασιλι κὸν, καθὸ τῷ κέρατι ἐχρίοντο οἱ βασιλεῖς, ἀλλὰ καὶ ἐν κερατινῇ τῆς βασιλείας τὴν ἐκ φώνησιν ἐποιοῦντο. 97.7 Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλή ρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦν τες αὐτήν. Σαλεύεται ου ν τὸ κινούμενον· κινεῖται δὲ τὸ μεταβαλλόμενον. Θάλασσαν ου ν τὸν πα ρόντα βίον καλεῖ, διὰ τὸ ἁλμυρὸν τῶν ἐν αὐ τῷ φροντίδων. Κεκίνηται ου ν ἐκ τῆς προτέ ρας στάσεως, τουτέστι τῆς εἰδωλολατρείας. Η τάχα τῶν υ μνων ἐπιτελουμένων τῷ Θεῷ, πᾶσα ἡ κτίσις σκιρτάτω, καὶ αὐτὰ τὰ στοι χεῖα σκιρτᾶσθαι καὶ ἀγαλλιᾶσθαι ὑφ' ἡδονῆς προτρέπεται. Ει ποι α ν τις σημαίνεσθαι διὰ τούτων καὶ τὴν συντέλειαν τοῦ παντὸς βίου. 97.8 Ποταμοὶ κροτήσουσι χειρὶ ἐπιτοαυτό. Βούλεται γὰρ κατὰ μέρος τὴν κτίσιν α πασαν εἰπεῖν, ὡς διὰ πλειόνων προσώπων πληθυνθῆναι τὸν υ μνον. 97.9 Οτι η κει κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐ θύτητι. Οτι ε ρχεται δὲ, ἀντὶ τοῦ ο τι ἐπανέρχεται νικήσας καὶ δικάσας τῇ γῇ τῶν Βαβυλωνίων· καὶ οὐ θαυμαστὸν εἰ Βαβυλῶνα ε κρινεν· αὐ τὸς γάρ ἐστιν ὁ τῇ οἰκουμένῃ δικάζων, καὶ πᾶσι δίκαιαν ἀπονέμων τὴν κρίσιν. 98.2 Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Καὶ τῶν ̓Ιουδαίων ἐπανελθόντων, καὶ τὸν θεῖον δειμαμένων ναὸν, τοῦ Θεοῦ δύναμις α πασιν ἀπεδείχθη· διαφερόντως δὲ ὁ τὸν σταυ ρὸν ὑπομείνας, τῆς οἰκουμένης ἁπάσης ἀπε δείχθη δεσπότης, τῶν ἀποστόλων τὸ σωτήριον κήρυγμα προσενεγκάντων τοῖς ε θνεσι. Σιὼν δέ ἐστι ἡ ἐκκλησία ἐν ῃ δοξάζεται καὶ ὑψοῦ ται Χριστός. – Η ἐπεὶ Σιών ἐστιν ὁ ση μαίνει σκοπευτήριον, ου τως δὲ ὀνομάζει καὶ ἡ γραφὴ τὸ θεοσεβὲς πολίτευμα τῶν τὰ οὐ

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.