Unit 19 rem mid
Rem mid: Unit 19; lemma continues; spiritual reading with the letter.
Greek
ὁμα λὸν ἐν ἀρετῇ βίον· πεδία δὲ λέγει, ω ν καὶ ̔Ησαΐας ἐν τοῖς ἰδίοις λόγοις α λλῳ μίμνηται τρόπῳ, ἀναπληροῦσθαι μὲν κελεύων τὰς φά ραγγας, καταστέλλειν δὲ τοῦ πονηροῦ τὰ ο ρη· ο περ οὐδ' ε τερόν μοι δοκεῖ, η τὰς ἐλ λείψεις τε καὶ ὑπερπτώσεις τῶν κατ' ἀρετὴν ἐπιτηδευμάτων θεραπεύειν βουλόμενος, ταῦ τα λέγει, ὡς μήτε δι' ἐλλείψεως τοῦ ἀγαθοῦ τὸν τῆς ἀρετῆς λόγον κοιλαίνεσθαι, μήτε ἀνωμαλεῖν διὰ τῆς ὑπερπτώσεως. ∆ιὰ τῶν πεδίων καὶ μὴν διὰ τῶν ξύλων ἁγίας ψυχὰς σημαίνει· οἱ ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ ἠ γαλλιάσαντο. Ποῖα ἠγαλλιάσθησαν ξύλα λε γέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι; 95.13 Πρὸ προσώπου Κυρίου, ο τι ε ρχε ται, ο τι ε ρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Οὐ τὴν γῆν κρινεῖ, ἀλλὰ τοὺς κατοικοῦν τας ἐπὶ τῆς γῆς, ὁμωνύμως προσαγορευομέ νους τὴν γῆν. – Ηλθε γὰρ καὶ ἐδικαίωσε τὴν κρίσιν ἡμῶν, καὶ τοὺς πονηροὺς τυράν νους ἐξέβαλε, τοὺς ἀκαθάρτους δαίμονας. 96.1 ̔Ο Κύριος ἐβασίλευσεν, ἀγαλλιάσε ται ἡ γῆ. Εὐφρανθήτωσαν νῆσοι πολλαί. Ζητητέον διὰ τί οὐ πᾶσαι, η κα ν πᾶσαι ἀληθὲς τὸ πολλαί. Τάχα δὲ ἐπεὶ πρὸ μὲν τῆς παρουσίας ὀλίγαι νῆσοι εὐφραίνονται, ἀπὸ δὲ τῆς παρουσίας πλείονες, διὰ τοῦτο τὸ ἐσόμενον προφητεύει. 96.2 Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρό νου αὐτοῦ. ∆ιὰ τοῦ γνόφου καὶ τῆς νεφέλης τὸ ἀθέα τον ἐδήλωσεν, α μα τε διδάσκει ο τι αὐτὸς ει η ὁ διὰ νεφέλης ἐν Σινᾷ ὀφθεὶς, καὶ ο τι εἰ καὶ ἀδύνατόν ἐστι τὸ κατιδεῖν αὐτὸν, ἀλλ' ου ν διὰ τῆς ἐνεργείας τὴν δύναμιν αὐτοῦ ε νεστι νοῆσαι. ∆ικαιοσύνην γὰρ πάντας ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως α παντας δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολι τεύεσθαι. Ταῦτα δὲ ὁ θρόνος αὐτοῦ, ἡ βα σιλεία [η ] κατώρθωται. Αλλο νεφέλη, καὶ α λλο γνόφος. Νεφέλη ἐστὶν ἐκ φωτοβόλου ἀέρος φεγγοβόλον καὶ λεπτότατον υ φασμα. Νέφος δὲ [λ. γνόφος] ἀχλυώδης καὶ ὀμιχλώδης σκοτασμός. Προσ έταξε δὲ τὴν νεφέλην, ο τι πρῶτον ἡ θεότης καὶ τότε ἡ ἀνθρωπότης. Η τὴν λεληθυῖαν αὐτοῦ ἐν ἀνθρώποις κάθοδον σημαίνει. Αἰ τία δὲ γέγονε, φησὶ, τῆς ἀφέσεως τὸ κρῖναι δικαίως τὴν κρίσιν Η ἡμῶν, η ν ε χομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. βούλεται εἰπεῖν ο τι ἀοράτως παρεγένετο τοῖς τόποις τῶν πολεμίων, καὶ ἐδίκασε, καὶ ε δειξε τὴν βασιλείαν αὐτοῦ δικαιοσύνης πε πληρωμένην. Η νεφέλη καθ' ο γινώσκεται, γνόφος δὲ καθ' ο οὐ καταλαμβάνεται. Καὶ γὰρ νεφέλη μὲν φωτεινὴ διδάσκει τὰ περὶ ̓Ιησοῦ τοὺς ἀποστόλους. Μόνον δὲ Μωσῆς εἰσέρχεται εἰς τὸν γνόφον ο που η ν Θεὸς, ο ς ε θετο σκότος ἀποκρυφὴν αὐτοῦ. ∆υνάμει δὲ κατορθοῦσθαι ευ χεται τὸν θρόνον Θεοῦ, ὁ λέγων· ̓Ελθέτω ἡ βασιλεία σου. 96.4 Εφαναν αἱ ἀστραπαὶ τῇ οἰκουμένῃ. ̓Αστραπή ἐστι διδασκαλία πνευματικὴ ἀπὸ τῶν νοητῶν νεφελῶν γενομένη, αι ς πολλάκις ἐντέλλεται Κύριος ἐργαζομένοις μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν, ι να γίνηται λι μὸς, οὐκ α ρτου, οὐδὲ δίψα υ δατος, ἀλλὰ λι μὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. 96.5 Τὰ ο ρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Κυρίου. Οπερ πήγνυσιν ὁ Βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος. ∆ιὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾳ σ μασιν τῶν ᾀσμάτων· ̓Εξεγείρου, Βοῤῥᾶ, καὶ ε ρχου, νότε, διάπνευσον κῆπόν μοι, καὶ ῥευ σάτω ἀρώματα. 96.7 Αἰσχυνθήτωσαν πάντες οἱ προσκυ νοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχόμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Τὸ γλυπτὸν, η τοι διὰ τὴν φύσιν προσκυ νητὸν, η διὰ τὸ σχῆμα. Καὶ εἰ μὲν διὰ τὴν φύσιν ἐστὶ προσκυνητὸν, λεγέτωσαν διὰ τί μὴ πάντες οἱ λίθοι προσκυνητοί. Εἰ δὲ διὰ τὴν γλυφὴν τὸ σχῆμα προσκυνητὸν, καὶ οὐχ ἡ φύσις, ἀλλὰ πᾶν σχῆμα σώματος προσ δέεται πρὸς τὸ ει ναι. ̔Ο δὲ Θεὸς οὐδενὸς χρή ζει πρὸς τὸ ὑπάρχειν, οὐκ α ρα τὸ σχῆμα Θεός· εἰ δὲ μὴ Θεὸς, οὐ προσκυνητόν. Πά λιν τοῦ σχήματος γένος η ποιότης· τοῦ δὲ Θεοῦ οὐκ ἐστὶ γένος η ποιότης· οὐκ α ρα τὸ σχῆμα Θεός. Καὶ εἰ μὲν τὸ σημαινόμενον ὑπὸ τοῦ γλυπτοῦ λέγοιεν ει ναι προσκυνη τὸν, εἰπάτωσαν τί τὸ σημαινόμενον. Πότερον σῶμά ἐστιν η ἀσώματον; καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν· οὐδὲν γὰρ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων προσκυνητὸν διὰ τὸ ει ναι φθαρτόν. Εἰ δὲ ἀσώματον λέγοιεν, πάλιν ἐρώτησον πότερον ε χει γνῶσιν η οὐκ ε χει. Καὶ εἰ μὲν ε χει γνῶσιν, πεποίηται καὶ διπλοῦν ἐστιν. Εἰ δὲ διπλοῦν, οὐ Θεός. Ιδιον γὰρ Θεοῦ ἡ ἁπλότης. Εἰ δὲ οὐκ ε χει γνῶ σιν, τυφλόν ἐστι, μηδὲν ἐπιστάμενον. Εἰ δὲ αὐτόγνωσίς ἐστι, λεγέτωσαν πῶς σχῆμα τὸ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.