Fragmenta in Psalmos (Greek) · §u19-rem-early

Unit 19 rem early

Rem early: Unit 19; lemma and Origen’s theoria.

Greek

δικαιοσύνη· τῶν δὲ α γ νοιαν, ὡς σοφία καὶ γνῶσις. 94.3,4 Οτι Θεὸς μέγας Κύριος καὶ βα σιλεὺς μέγας ἐπὶ πάντες τοὺς θεοὺς, ο τι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, ο τι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ υ ψη τῶν ὀρέων αὐτοῦ ἐστιν. ̔Ο βασιλεὺς τῶν βασιλευόντων ο ντως βα σιλευόντων, βασιλεὺς μέγας ἐστὶν ἐπὶ πᾶ σαν τὴν γῆν· βουληθείς τε καὶ πράγματι ε δειξε τὴν κατὰ πάντων κυριότητα, καὶ ο τι καὶ τὸν γῦρον κρατεῖ τῆς γῆς, καὶ τῶν ὑψη λῶν ἐστιν ὑψηλότερος, καὶ παντὸς στοιχείου δεσπότης ω φθη, τρέπων καὶ μεταβαλὼν, ὡς βούλεται, τὰ πράγματα. – ̔Ο ὑψηλὸς τὴν διάνοιαν τοῦ Θεοῦ ἐστιν ὁ ὑψηλὸς ἐν θεω ρίᾳ, ου τος τοῦ Κυρίου λέγεται ει ναι, ὡς μᾶλ λον τῶν α λλων νοῶν περὶ Θεοῦ. 94.6,7 ∆εῦτε, προσκυνήσωμεν, καὶ προσ πέσωμεν αὐτῷ ἡμεῖς λαὸς νομῆς καὶ πρόβα τα χειρὸς αὐτοῦ. ̓Εγώ εἰμι, φησὶν ὁ Χριστὸς, ποιμὴν κα λός. –Τῇ προσκυνήσει τὸν δέσποτα ὁμο λογοῦντες, ἡμεῖς πάντες τοῦ Θεοῦ οἱ τη λυγετότερον προσιόντες ἐσμὲν, λογικὸς μὲν λαὸς νομῆς, οὐ χειρὸς αὐτοῦ, ἀλλὰ αὐτοῦ· α λογοι δὲ, πρόβατα οὐκ αὐτοῦ, ἀλλὰ χειρὸς αὐτοῦ. –Τὰ παρηγγειλμένα, φησὶν ἐπιτε λευταῖον Χριστῷ, διά τε τὰ α λλα, καὶ διότι μέγας φύσει Θεὸς καὶ μέγας ἐστὶ βασιλεὺς, ο τε Μονογενὴς ω ν τοῦ Θεοῦ Λόγος· ἡδέως δὲ ἀντιδιατρίβει διηγούμενος τὸ μέγεθος καὶ τὴν ἐξουσίαν καὶ τὴν δύναμιν. 94.8 Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀ κούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Τὸ σήμερον τὸν βίον παρόντα σημαίνει. ̓Ιησοῦς γὰρ χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 94.10,11 Τεσσαράκοντα ε τη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ ει πα· ἀεὶ πλάνωνται τῇ καρδίᾳ, καὶ αὐτοὶ οὐκ ε γνωσαν τὰς ὁδούς μου, ὡς ω μοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύ σονται εἰς τὴν κατάπαυσίν μου. Τεσσαράκοντα, δυσηρεστήθην ἐν τῇ γε νεᾷ ἐκείνῃ .... μάλιστα δὲ τὰ παιδία γενήσε ται τὸν τεσσαράκοντα ἐτῶν χρόνον ἐν τῇ ἐ ρήμῳ διαγαγεῖν παρεσκεύασεν αὐτοὺς, ε ως αὐτοὶ μὲν κατηναλώθησαν, οἱ δὲ παῖδες ηὐ ξήθησαν. Προσώχθισα γὰρ, φησὶ, τῇ γενεᾷ ἐκείνῃ, τουτέστι δυσηρεστηθεὶς ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὑρίπιστον τῆς γνώμης ἰδὼν, ο τι οὐκ ε γνωσαν τὰς ὁδοὺς καὶ τὰς οἰ κονομίας μου· οὐδὲ ταῖς ὁμωμοσμέναις ἀ πειλαῖς προσέχειν ἐθέλησαν, οὐδὲ μεταμε λήσαντες λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· ου δὴ χάριν τῆς ἐπηγγειλμένης τοῖς πατρά σιν οὐκ ἀπέλαυσαν γῆς· η ν κατάπαυσιν ὀνο μάζει ὁ λόγος, ἐπειδὴ ἐν τῇ ἐρήμῳ μεταβά σεις ἐποιοῦντο συχνὰς τῆς σκηνῆς ἡγουμέ νης ἐν ῃ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπο ρίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερω θεῖσιν ἐνεπάγη χωρίοις. Αὐτὴ μὲν ἡ ἱστορία· ι δωμεν δὲ τὸν ψαλμὸν καὶ πνευματικώτερον. –̔Οδοί εἰσι τοῦ Κυρίου αἱ πατρικαὶ ἀρε ταὶ, αἱ ἐπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐ ρανῶν. ̔Ο μὴ ὁδεύων τὰς ὁδοὺς τοῦ Θεοῦ, οὐκ ε γνω αὐτάς· ἀμήχανον γὰρ γνόντα μὴ ὁδεῦσαι, ἐπείπερ ἐπακτικόν τε καὶ ἀναγκα στικὸν ε χει τὸ κάλλος αὐτῶν θεωρούμενον. Εἰ δὲ τοῦτο ἐπὶ τῶν ὁδῶν λεκτέον, τί φήσο μεν περὶ τοῦ εἰπόντος· ̓Εγώ εἰμι ἡ ὁδός; τί δὲ περὶ τοῦ Θεοῦ, ο ν οὐδεὶς γνοὺς ἁμαρτά νει ε τι; ο θεν ἐν Βασιλείαις ἐπὶ τῶν ἁμαρ τανόντων λέγεται· Οὐκ ε γνωσαν τὸν Κύ ριον. 95.1 Ασατε τῷ Κυρίῳ ᾳ σμα καινόν. Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύε ται τὸ καινὸν ᾳ σμα, τουτέστι τὴν νέον δια θήκην ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰ κουμένην ε θνεσιν. 95.9 Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶ σα ἡ γῆ. Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως Θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα. – ̓Εθεμε λίωσε γὰρ ἐπὶ τὴν πέτραν τὴν ἐκκλησίαν, καὶ πύλαι ᾳ δου οὐ κατισχύουσιν αὐτῆς. 95.10,11 Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εὐ φραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρω μα αὐτῆς. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, τουτέστι οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς· ἐπὶ γὰρ τῇ κατορθώσει τῆς οἰκουμένης, αἱ οὐράνιαι δυ νάμεις ε λεγον· ∆όξα ἐν ὑψίστοις Θεῷ. Θά λασσα ἐν τούτοις τῶν ἐθνῶν σημαίνει τὴν πληθὺν, η τις καὶ ἐσαλεύετο, τουτέστι εἰς τὸ ὑποδέξασθαι τὸ κήρυγμα, σεσάλευται. ̔Ο δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος ου τως· ̓Ηχήσει ἡ θάλασσα συμπληρώματι αὐτῆς· α πας γὰρ τῶν ἀνθρώπων ὁ βίος ὁ τὴν θαλαττίαν μι μούμενος ζάλην, τῶν θείων κηρυγμάτων δέ ξεται τὴν ἠχήν· προλέγει δὲ καὶ τὰς γεγεν νημένας τῶν ἀπίστων ἐπαναστάσεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέροις ψαλμοῖς ἀπεδείξαμεν. 95.12 Χαρίσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, τότε ἀγαλλιάσονται πάντα τὰ ξύ λα τοῦ δρυμοῦ. Χαρίσεσθαι δὲ τὰ πεδία λέγει τὸν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.