Unit 21 rem mid
Rem mid: Unit 21; lemma continues; spiritual reading with the letter.
Greek
ἐπαγγελ θείσης αὐτῆς γῆς τὸν κλῆρον παρέλαβον· Η ἀπολογίαν δοκεῖ ε χειν τὴν ἐν τοῖς προ κειμένοις διδασκαλίαν, τοῦ μὴ ἀκρίτως ἀπο δοκίμασθαι τὸν ἐκ περιτομῆς λαόν· εὐλογεῖ δὲ ταῦτα πεπονθέναι, ο τι μυρίων καταξιωθέν των πρὸς τοῦ Θεοῦ εὐεργεσιῶν αὐτοὶ ἑαυ τοὺς ἐναντίους κατέστησαν καὶ ἐχθροὺς τῆς τοῦ Θεοῦ προαιρέσεως. 104.16 Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα α ρτου συνέτριψεν. Τὸ δοκοῦν κακὸν, ὁ ἐν Αἰγύπτῳ λιμὸς, ἀρχὴ γέγονε τῶν ἐν ̔Εβραίοις οἰκονομιῶν ἀγαθῶν. Ου τως καὶ πᾶν τὸ δοκοῦν κακὸν, ἀλλὰ καὶ τὸ ἀληθῶς κακὸν, διὰ τὸ υ στερον ἀγαθὸν γίνεται· κακὸν γὰρ, ὁ κατὰ τοῦ ̓Ιω σὴφ ζῆλος τῶν ἀδελφῶν, καὶ ἡ ἐπιθυμία τῆς δῆθεν δεσποίνης τοῦ ̓Ιωσήφ. –Πᾶν στήριγμα κτλ. ἀντὶ τοῦ πᾶν διαθρέψαι δυ νάμενον, σπανίσαι πεποίηκεν, οὐ μόνον σῖτον, ἀλλὰ καὶ ο σπρια, καὶ τ' α λλα, δι' ω ν βιο τεύουσιν α νθρωποι. 104.19 Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν. Πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ διάβολος, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ Θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν. –∆ύο πυρώσεις εἰσι γενι καί· ἡ μὲν ἀστεία, ο τε τὸ λόγιον Κυρίου πυ ροῖ τινα, ι να τῆς σοφίας ἐρασθεὶς καὶ παν τὸς καλοῦ πυρωθεὶς, ἐπ' αὐτῷ γένηται πῦρ Κυρίου. ̔Η δὲ φαυλὴ, ο τε τις τέτρωται ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ, ι να σωματικῶν ἐπιθυμῇ· ἐπεὶ τοίνυν καὶ τὸν ̓Ιωσὴφ τὸ λόγιον Κυρίου ἐπύρωσεν, οὐκ ἠ δυνήθη αὐτὸν ὁ πονηρὸς ἐπὶ τῇ δεσποίνῃ πυρῶσαι. 104.20 ̓Απέστειλε βασιλεὺς καὶ ε λυσεν αὐτὸν, α ρχων λαῶν καὶ ἀφῆκεν αὐτόν ... Οὐκ α λλος ὁ βασιλεὺς, καὶ α λλος ὁ α ρχων· ἀλλ' ἀναδιπλώσει χρῆται γραφικῷ ε θει, ὡς τό· πορευόμενοι ἐπορεύοντο· τὸν Φαραὼ δὲ λέγει ἐπὶ τὴν τῶν ὀνειράτων ἀπορίαν, ο τε καὶ λύεται, καὶ καθίσταται ὁ κύριος· τὴν δὲ ἀπὸ τῆς οἰκονομίας αὐτοῦ δεικνὺς ὠφέ λειαν, ἐπάγει· 104.22 Τοῦ παιδεῦσαι τοὺς α ρχοντας αὐ τοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. ̓Επίσημος γὰρ διὰ τῆς ἐπίλυσιν τῶν ὀνει ράτων γενόμενος εἰς σύνεσιν, ἐπαιδοτρίβει τοὺς ἐγχειρισθέντας τοῦ ζηλῶσαι αὐτόν· αυ τη, φησὶν, ἡ αἰτία τοῦ εἰσελθεῖν ̓Ισραὴλ εἰς Αι γυπτον, κἀνταῦθα δὲ ἀναδιπλώσει χρῆ ται. 104.23 Καὶ εἰσῆλθεν ̓Ισραὴλ εἰς Αι γυπ τον, καὶ ̓Ιακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ δὲ τὴν Αι γυπτον λέγει· Χὰμ γὰρ ἐγέννησε τὸν Χαναὰν, ὁ δὲ Μεστραῒμ, ο ς ἑρ μηνεύεται Αι γυπτος· εἰκὸς γὰρ πάππον ο ντα τοῦ Μεστραῒμ τὸν Χὰμ, ἐν Αἰγύπτῳ οἰκῆ σαι, τοῦ Χαναὰν ἐν Παλαιστίνῃ οἰκήσαντος. Κατελθόντων δὲ οὐκ ἠμέλησε, φησὶν, ἀλλὰ κἀκεὶ αὐτοὺς ηυ ξησε, καὶ τῆς οἰκείας εὐλο γίας μετέδωκε. –Ει τίς ἐστιν ὡς ἀληθὴς ̓Ιακὼβ, οὐ κατοικεῖ ἐν γῇ Χὰμ ἐκεῖνος, ἀλλ' ἐν αὐτῇ παροικεῖ. 104.24 Καὶ ηυ ξησε τὸν λαὸν αὐτοῦ σφό δρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχ θροὺς αὐτοῦ. Ωστε λέγειν τὸν Φαραὼ, ο ς οὐκ ῃ δει τὸν ̓Ιωσήφ· ἰδοὺ πολυπληθεῖ νῦν τὸ ε θνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς, οὐκ α ν δὲ αὐξηθέντες ἐ κραταιώθησαν, καὶ μὴ τῆς ̓Ιωσὴφ ε τυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Χωρὶς γὰρ τῆς ἀρετῆς καὶ γνώσεως, οὐκ α ν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος. 104.26,27 ̓Εξαπέστειλε Μωσῆν τὸν δοῦ λον αὐτοῦ, ̓Ααρὼν, ο ν ἐξελέξατο αὐτόν. Εθετο ἐν αὐτοῖς τοὺς Ηδεσαν Μωσῆς καὶ λόγους τῶν σημείων αὐ τοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ. ̓Ααρὼν μόνοι τοὺς λόγους ω ν ἐποίησεν ἐν Αἰγύπτῳ, σημείων τε καὶ τεράτων, πῶς τε αὐτὰ ποιήσωσι καὶ τί νος συμβουλῇ. 104.28 Καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Οἱ ἀκούοντες τῶν λόγων τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες αὐτοὺς παραπικραίνουσιν τοὺς λόγους αὐτοῦ. 104.29 Μετέστρεψε τὰ υ δατα αὐτῶν εἰς αι μα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γενέσεως ποι ότητα, ω στε α παντα διαφθαρῆναι τῶν ἰχ θύων τὰ γένη. 104.35 Καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. ̓Ογδόη αὐτὴ πληγὴ πάντα χόρτον Αἰ γύπτιον, καὶ πάντα τὸν καρπὸν τῆς Αἰγύ πτου κατεσθίουσα· καὶ γὰρ τοιαῦτα η ν, ὡς τῶν εὐτελεστάτων ζώων ει ναι τροφὴ, ἀχρί δων ὡς καὶ βρούχου, τῶν ου τ' ἐν λόγῳ, ου τ' ἐν ἀριθμῷ. Καὶ ὁ ̓Ισραὴλ μέντοι, ἐὰν μὴ κατὰ νόμον Θεοῦ πολιτευόμενος γεωργῇ, ἀκούσε ται· τὰ κατάλοιπα τῆς κάμπης καταφάγε ται ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρού χου κατέφαγεν ἡ ἐρυσίβη. 104.36,37 Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν, καὶ ἐξήγαγεν αὐτούς. Τὴν τῶν
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.