Fragmenta in Psalmos (Greek) · §u22-open

Fragmenta in Psalmos (Greek) Unit 22 opening

Unit 22.

Lemma-led open — τοῦ θαυματουργήσαντος τραπῆναι, καὶ θαυ μάσαι τὴν αι νεσιν ἐκείνην, καὶ ᾳ σαι· Ασω μεν τῷ

Greek

τοῦ θαυματουργήσαντος τραπῆναι, καὶ θαυ μάσαι τὴν αι νεσιν ἐκείνην, καὶ ᾳ σαι· Ασω μεν τῷ Κυρίῳ. Σημειωτέον, ο τι ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ, λέγουσαι· Ασω μεν κτλ. Ει τα ἐπιφέρει· 105.13,14 ̓Ετάχυναν, ἐπελάθοντο τῶν ε ργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐ τοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. ∆ι' ἀγαθότητα γὰρ τοῦ Θεοῦ προστεθέν των καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, πα ραχρῆμα μὲν πιστεύσαντες ῃ σαν αὐτῷ τὴν ᾠδὴν ἐν ̓Εξόδῳ κειμένην, ει τα πάντα πα ρέδωκεν λήθῃ. Ου τω, φησὶν, ὀξεῖα ω φθη τοῦ θαύματος ἡ λήθη, ὡς δοκεῖ μηδὲ γεγενῆσ θαι. Τίς ἡ ἀπόδειξις; ἠβουλήθη, φησὶν, δο κιμάσαι αὐτοὺς ἐν τῇ ἐρήμῳ· οἱ δὲ δοκιμα σίαν καθάπαξ οὐχ ὑπέμειναν, ἀλλ' ἐπεθύ μησαν ἐπιθυμίαν· λέγει δὲ τὴν τοῦ υ δατος ἀντιλογίαν. Καὶ ἐπὶ τούτῳ καὶ ἐπιφέρει· Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. ̓Ιστέον δὲ ο τι ὡς ἀπὸ τῶν ἐσχάτων η ρξατο θαυμάτων, τοῦτο δὲ καὶ ἐν τῷ οζʹ πεποίηκεν, ἐπεὶ ἐ πέταξε πέτραν, εἰπών· 105.15 Καὶ ε δωκεν αὐτοῖς τὸ αι τημα αὐ τῶν, καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὴν ψυ χὴν αὐτῶν. ̔Ο δὲ καὶ τοῦτό φησι· παριδὼν τὸ πλημ μέλημα, παρέσχεν αὐτοῖς τὸ αἰτηθὲν, ἀντὶ τοῦ· ∆έδωκεν αὐτοῖς υ δωρ εἰς πλῆθος, ω στε τὸ περιττὸν ποταμὸν ἐκτελεῖν, η αι τημα τὴν ἐπιθυμίαν ει πεν, οὐ γὰρ ῃ τησαν, ἀλλὰ κατε λάλησαν. 105.16 Καὶ παρώργησαν Μωϋσῆν, ἐν τῇ παρεμβολῇ, καὶ ̓Ααρὼν τὸν α γιον Κυρίου. Οἱ τὰς ἐντολὰς τοῦ Θεοῦ παραβαίνοντες, Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀ θετοῦντες, τὸν ̓Ααρὼν παροξύνουσιν. ̔Ο μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει. 105.17 ̓Ηνοίχθη ἡ γῆ καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν ̓Αβειρών. Σημειωτέον ο τι τὸ πρῶτον περὶ ∆αθὰν γενόμενον, καὶ ̓Αβειρὼν ἐν Χωρὴβ κατὰ τὴν μοσχοποΐαν υ στερον ει πεν, ι να μὴ τα ράττῃ ἡμᾶς τοιαῦτα ὁρῶντας, καὶ τὸ ἐν τού τοις ε θος τῆς γραφῆς. 105.23 Καὶ ει πε τοῦ ἐξολοθρεῦσαι αὐτούς. Οτε ει πεν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁ μαρτίαν, α φες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου. 105.26 Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐ τούς. Ωσπερ ὀφθαλμὸς Κυρίου, καὶ χεῖρες ὀνο μάζονται δυνάμεις τινὲς νοεραί. 105.28 Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ει δωλον τοῦτο ̓Αμμονιτῶν, ὁ καλούμενος παρ' Ελλησι Κρόνος. 105.29 Καὶ ε φαγον θυσίας νεκρῶν. Η διὰ τὸ νεκρομαντείας τὰ περὶ τὰ ξόα να τελετὰς ποιεῖν, η διὰ τὸ νεκρῶν ἀνδρῶν μνήμας ποιεῖσθαι. Νεκροὶ γὰρ, οἱ περὶ τὸν Κρόνον. 105.30 Καὶ ε στη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Οτε ἀνεῖλεν τὴν ̓Αμμανίτιν μετὰ τοῦ πορνεύσαντος· διδάσκει δὲ ἡμᾶς ὁ λόγος πόσον δύναται ἑνὸς ἀνδρὸς εὐσέβεια πρὸς Θεόν. 105.32 Καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς. ̓Αντὶ τοῦ προσέκρουσε Θεῷ. 105.34 Οὐκ ἐξωλόθρευσαν τὰ ε θνη α ει πε Κύριος αὐτοῖς. ̔Ο ἀποθέμενος τὰ πάθη, ου τος ἐξωλόθρευ σεν τὰ ε θνη α ει πε Κύριος. 105.45 Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. ∆ιὰ γὰρ τὰς πρὸς πατέρας ἐπαγγελίας τὸν ε λεον ἐχορήγησεν· μεταμέλειαν δὲ κα λεῖ τῆς παιδείας τὴν παῦλαν. ̔Ο γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ε χει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς α παντα πρυτανεύων, καὶ παι δείας ἐπάγει καὶ φιλανθρωπίαν ὀρέγει. 105.47 Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθ νῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ Θεὸς ου ς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας. –̔Ο Κύριος ἡμῶν ἡ αι νεσίς ἐστιν, ει γε ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. 106.3 Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐ τοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης. ̔Ο μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν, ου τος πέ παυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπα θὴς γεγονώς. ̔Ο δὲ ἀπὸ δυσμῶν συναχθεὶς, ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ' ἐνέργειαν τέως

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.