Unit 22 rem early
Rem early: Unit 22; lemma and Origen’s theoria.
Greek
ἁμαρτιῶν. Εἰ δέ τις τοῦ βοῤῥᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, ου τος ἐν ἀληθέσι δόγμασιν ω ν, οὐκέτι περιφέ ρεται παντὶ ἀνέμῳ διδασκαλίας, οὐδὲ περὶ τὴν πίστιν ναυαγεῖ, κυβέρνησιν θείαν κτη σάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ. 106.4 ̓Επλανήθησαν ἐν τῷ ἐρήμῳ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ ευ ρον. Οὐ γὰρ η ν ἐν αὐτοῖς πολιτεία χρηστὴ, ἀλλ' η σαν ἐν πλάνῃ πολλῇ. 106.5 Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐ τῶν ἐν αὐτοῖς ἐξέλιπεν. Οὐδὲ γὰρ ει χον α ρτον τὸν στηρίζοντα καρδίαν αὐτῶν, οὐδὲ τὸ υ δωρ τὸ ζῶν, περὶ ου λέγεται· ̔Ο πίνων ἐκ τοῦ υ δατος, ου ἐγὼ δώσω αὐτῷ, ου μὴ διψώσει εἰς τὸν αἰῶνα. 106.6 Καὶ ἐκέκραξαν πρὸς Κύριον, ἐν τῷ θλίβεσθαι αὐτούς. Καθὸ τὰς ὑπὲρ αὐτῶν ἱκετείας ἀνέφερον οἱ προφῆται. 106.7 Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐ θεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητη ρίου. Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ. 106.10 Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σι δήρῳ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει ἡμᾶς ἐκ σκότους· καθὸ δὲ ζωὴ, ἐκ σκιᾶς θανά του· καὶ πάλιν ὡς δυνατὸς, διαῤῥήξει δεσ μούς. –Κάθηνται μὲν ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες· πεπέδηνται δὲ σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες. 106.11 Οτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ̔Υψίστου παρώξυναν. Βουλὴ Κυρίου λέγεται φύσις ἁγία, ἡ πα ροξυνομένη ἐπὶ τοῖς ἁμαρτάνουσιν. 106.12 Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρ δία αὐτῶν, ἠσθένησαν, καὶ οὐκ η ν ὁ βοη θῶν. Οἱ ἐν κοσμικοῖς κόποις, ταπεινοῦνται τὴν καρδίαν· ἠσθένησαν, ὡς καὶ τὸ παρὰ Παύ λῳ· Πολλοὶ ἀσθενεῖς. Καί· ̓Αντέχεσθε τῶν ἀσθενῶν, καὶ τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε. 106.16 Οτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. ∆εσμοὺς, πύλας χαλκᾶς, η τοι τὰς κακίας λέγει, η τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας. ∆ιὰ δὴ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζου. 106.18 Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ η γγισαν ε ως τῶν πυλῶν τοῦ θα νάτου. Βρῶμα τοῦ νοητοῦ α ρτου φησί. –Πύλας θανάτου, σκιὰν θανάτου καὶ σκότος τὴν εἰ δωλολατρείαν φησί. 106.20 ̓Απέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. ̓Ιάσατο αὐτοὺς ὁ Λόγος κατὰ τὴν ἐπίνοιαν ἰατροῦ· ἐῤῥύσατο, ἀναιρέσει νομικῆς λα τρείας. 106.21,22 ̓Εξομωλογησάσθωσαν τῷ Κυ ρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ ἐξαγγελλάτω σαν τὰ ε ργα αὐτοῦ ἐν ἀγαλλιάσει. ̔Ο τοὺς περὶ προνοίας ἐπιστάμενος λό γους, ου τος δοξάζει τὰ ἐλέη τοῦ Κυρίου. – ̓Εξαγγέλλει δὲ τὰ ε ργα αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ πᾶς ὁ τὰ εἰς αὐτὸν γινόμενα ἐξαγγέλ λων, καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ ἐργα σίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέροις γενόμενα διη γούμενος. 106.23 Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν υ δασι πολ λοῖς. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφή της· λέγει δὲ τοῦτο, ο τι καθάπερ οἱ ναυ τιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πε λάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι· κλύδοσι μὲν χαλεπῶς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σω τηρίας ἀπολαύοντες· ου τως καὶ ̓Ιουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμα θον δύναμιν. Καὶ μὲν δὴ καὶ πάντες α νθρω ποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες με ταβολὴν, καὶ τῆς προτέρας [συμφορᾶς] τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. – Η καὶ περὶ τῶν ἀποστόλων φησὶν, ο τε [ἐβόων]· Καὶ ἐλέησον, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Καὶ ἐπε τίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 106.28,29 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκαίων αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ κα ταιγίδι, καὶ ε στη εἰς αυ ραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Τρίτον τὸ ἐκέκραξα λέγεται, καὶ ὁ ἑξῆς στίχος, ἐπὰν κραξάντων ἡμῶν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι [ι να] ἐπακούσας ῥύσηται ἡ μᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, καὶ στήσῃ τὴν τῶν πειρασμῶν καταιγίδα εἰς αυ ραν, καὶ ἡσυ χάσῃ τὰ καθ' ἡμῶν κύματα τοῦ βίου. –Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοὶ, τῶν δὲ πειρασ μῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν εἰς τὸν Θεὸν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς ου ν λέγεται τὰ κύματα ἀναβαίνειν ε ως τῶν οὐρανῶν, καὶ καταβαίνειν ε ως τῶν ἀβύσσων· τινὲς δὲ ταῦ τά φάσιν ὑπερβολικῶς λαλεῖν τὸν ∆αυίδ. 106.30 Καὶ ὁδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.