Fragmenta in Psalmos (Greek) · §u25-rem-mid

Unit 25 rem mid

Rem mid: Unit 25; lemma continues; spiritual reading with the letter.

Greek

οὐδὲν γὰρ ἀνθρώπινον φθέγγεται. –∆είκνυσι δὲ αὐτούς ποτε μὲν ὀνειδίζον τας, εἰ τύχοι παλαιὰ πλημμελήματα, ποτὲ δὲ ἐξουδενοῦντας, ὡς οὐδενὸς α ξιον λόγου. 103 118.25 ̓Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολ λῶνται, τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δι καίων, ει τοι συγχρονίζουσι σώμασιν η συν δεδεσμέναι δι' οἰκονομίαν ἐν αὐτοῖς. ̓Εξομο λογεῖται ὁ προφήτης περὶ τῆς ἑαυτοῦ ψυ χῆς, καταλειπούσης μὲν τὸ κολλᾶσθαι τῷ Κυρίῳ πρότερον, ο τε ἐν τῇ κακίᾳ ἐτύγχα νεν, κολληθείσης δὲ δι' αὐτὴν τῷ ἐδάφει, καὶ καθελούσης ἑαυτῆς τὸ φυσικὸν υ ψος καὶ ε παρμα. Πᾶσα γὰρ ἁμαρτάνουσα ψυχὴ κε κόλληται τῷ ἐδάφει. ̓Οπίσω δὲ Κυρίου πο ρεύσῃ, καὶ πρὸς αὐτὸν κολληθήσῃ, ἐν τῷ νό μῳ ει ρηται. ̓Αξιοῖ τοίνυν βοηθηθῆναι ἀπὸ τοῦ Θεοῦ πρὸς τὸ ζῆσαι, ἀποστὰς τῆς πρὸς τὸ ε δαφος κολλήσεως, ι να ζήσῃ κατὰ τὸν λόγον τοῦ Θεοῦ. 118.26 Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπή 118.26 κουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. Τῷ δὲ τυχόντι τῆς ἐν τούτοις συνέσεως, περιέσται τὸ καὶ α λλους ὠφελεῖν δύνασθαι, καὶ τὴν θαυμάσιον εὐεργεσίαν ἐξαγγέλλειν Θεοῦ, τὴν ἀποκειμένην τοῖς ο σια πράττου σι· οὐ γὰρ τὰ περὶ δικαιοσύνης διδάσκων, διδάσκει καὶ τὰ περὶ τοῦ παρεπομένου τέ λους αὐτῇ, ο τι μέγα τοῦτο, καὶ ὁ Θεὸς ὑπὲρ ἀξίαν ἀμείβεται. ∆ιελέγετο καὶ Παῦλος περὶ ἐγκρατείας καὶ δικαιοσύνης, καὶ τοῦ μέλλον τος κρίματος, ὡς ε μφοβον γενέσθαι τὸν ἡγε μόνα. – Οταν μέν τις κατὰ τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν πορεύηται, ὁδοὺς ἑαυτοῦ πορεύεται· ὁ δὲ ἀποστὰς τοῦ ἁμαρ τάνειν, δίδωσιν ἑαυτὸν τῷ Θεῷ, αἰτῶν παρ' αὐτοῦ τὸ φοβεῖσθαι καὶ αὐτὸν, καὶ πορεύεσ θαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Οὐκέτι μὲν γὰρ κατὰ τὰς ὁδοὺς ἑαυτοῦ πορεύεται, με ταστὰς δὲ ἐπὶ τὰς τοῦ Θεοῦ, ἐν αὐταῖς βαδί ζει. Ισον δέ ἐστι τούτῳ· Ει πα, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου. ̓Εμαυτοῦ τοίνυν κατήγορος γενόμενος, παρὰ σοὶ ἐξωμολόγη σα μὲν περὶ αὐτῶν, διὰ δὲ τοῦτο ἐπήκουσάς μου, παραδεξάμενος τὴν μετάνοιαν. Ευ χο μαι δέ σε, καὶ διδάσκαλόν μου γενέσθαι τῶν δικαιωμάτων, α οὐδεὶς δύναται κατ' ἀξίαν παραδοῦναι, ὡς σὺ ὁ Κύριος τῶν δικαιωμά των. 118.27 ̔Οδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Συνετιζόντων δεόμεθα, πρὸς τὸ μὴ ἀπο πλανηθῆναι τῆς ὁδοῦ τῶν δικαιωμάτων Θεοῦ. ̓Εὰν γὰρ τὴν ὁδὸν τῶν ἐν τοῖς δικαιώμασι μυστηρίων, ὑπὸ σοῦ σύνεσιν λαβὼν, νοήσω, ὡς καὶ ὁδεῦσαι αὐτὴν, δυνήσομαι, τὰ δη λούμενα ἐν τοῖς δικαιώμασί σου θαυμάσια συνιεὶς, ἀδολεσχεῖν ἐν αὐτοῖς, καὶ τὴν ὁμι λίαν ἐν τῷ περὶ τούτων ποιεῖσθαι λόγῳ. – ̓Επεὶ οὐκ ε στι βραχεῖα ἡ ευ ρεσις τῆς ὁδοῦ τῶν δικαιωμάτων, οὐκ ἐπὶ δύο η τρεῖς η δέ κα ἡμέρας, μόλις γὰρ ἀρκεῖ μοι καὶ ὁ χρό νος τῆς ζωῆς. Καὶ ω σπερ ἐστὶν ὁδὸς δικαιω μάτων, ου τως καὶ ἡ ὁδὸς μαρτυρίων. ̓Εν τῇ ὁδῷ, φησὶ, τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. Εστι καὶ ὁδὸς ἐντο λῶν· ̔Οδὸν γὰρ ἐντολῶν σου, φησὶν, ε δρα μον, ο ταν ἐπλάτυνας τὴν καρδίαν μου. Αυ ται δὲ πᾶσαι αἱ ὁδοὶ τέλος καὶ ἀρχὴν ε χου σι, μίαν ὁδὸν τὴν λέγουσαν· ̓Εγώ εἰμι ἡ ὁ δός. ̔Οδεῦσαι ου ν δεῖ διὰ πασῶν τούτων τῶν ὁδῶν, ι να ε λθῃς ἐπὶ τὸ τέλος αὐτῶν, τὸν Χριστόν. 118.28 ̓Ενύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκη δίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Πλησίον, φησὶν, ἐγενόμην τοῦ θανάτου, ὀλιγωρήσας πρὸς τὰ ἐπικείμενά μοι κακά· ἀλλ' αὐτός με, φησὶ, στήριξον ἐν τῇ ἐπαγ γελίᾳ σου. Η ἐπεὶ ἡ προσβολὴ τῆς ἁμαρ τίας χαυνοῖ τὸν λογισμὸν καὶ ἀκηδίαν ἐργά ζεται, ἡ μὲν νυσταγμὸν, ὁ δὲ θάνατον. – Ο μέντοι Σύμμαχος καὶ ̓Ακύλας κατέσταξεν ει πον. ̔Η δὲ εʹ καὶ ʹ ε σταξεν ἡ ψυχή μου πε ριέχει. Παρὰ δὲ τῷ Συμμάχῳ, κατέσταξεν ἡ ψυχή μου. Καὶ δοκεῖ μοι, μὴ νοήσας τις τὸ ε σταξεν, ἀλλ' ὑπολαβὼν ἁμαρτῆσθαι τὸ ἀντίγραφον, πεποιηκέναι· ἐνύσταξεν ἡ ψυ χή μου, τῆς ἐπὶ τὸ ε σταξεν ἡ ψυχή μου ζη τήσεως ἀπαλλαγῆναι βουλόμενος. Φησὶ γὰρ, ο ταν ἡ ψυχὴ ἐν ἀκηδίᾳ γένη ται καὶ ἀδημονίᾳ καὶ λύπῃ, ἀπόλλυσι τὸ ἐ γρηγορῆναι, καὶ γίνεται ἐν νυσταγμῷ, ἀπα γορευμένῳ ἐν τῷ· Μὴ δὸς υ πνον σοῖς ο μμα σιν, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις. ̔Ο δὲ δυσωπούμενος τὴν μαρτυρουμένην ὑπὸ τῶν πλειόνων ε κδοσιν, τὴν ε σταξεν ἡ

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.