Fragmenta in Psalmos (Greek) · §u25-rem-early

Unit 25 rem early

Rem early: Unit 25; lemma and Origen’s theoria.

Greek

ε στι ψεκτή. –Καὶ πολ λαχοῦ οἱ δίκαιοι ἐπαινετὴν ἀδολεσχίαν εὑ ρίσκονται ἀδολεσχοῦντες. Κατὰ γὰρ τὴν συ νήθειαν τῆς γραφῆς, καὶ ὁ ̓Ισαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι τῷ Θεῷ. ̓Εκ πολλῆς ου ν τῶν ἐντολῶν μελέτης ε ρχεταί τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ Θεοῦ (τόν τε νόμον καὶ τοὺς προφήτας) τὰς φε ρούσας 102 ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν, τὸν Χριστὸν, τὸν εἰπόντα· ̓Εγώ εἰμι ὁδός. Εἰσὶ δέ τινες ὁδοὶ τοῦ Θεοῦ, α ς ὁδεύει, ι να ἐν ἀνθρώποις γένηται, η α ς ὁδεύει α νθρω πος, φερούσας πρὸς αὐτόν. Ταύτας δὲ κα τανοεῖ ὁ ἐν ταῖς ἐντολαῖς ἀδολεσχῶν τοῦ Θεοῦ. Η καὶ ου τως· τούτου χάριν ἐνδελεχῶς τὴν μελέτην τῶν σῶν λογίων σχήσω, καὶ ἐν ταῖς ὁδοῖς σου τὴν πορείαν ποιήσομαι. 118.17 ̓Ανταπόδος τῷ δούλῳ σου, ζήσο μαι καὶ φυλάξω τοὺς λόγους σου. ̔Ημεῖς, οἱ μὴ καθαροὶ τῇ καρδίᾳ, καὶ μὴ μετειληφότες συνείδησιν παῤῥησίαν ε χειν πρὸς Θεὸν δυναμένην, εὐχόμενοι οὐκ ἐροῦ μεν· ̓Ανταπόδος τῷ δούλῳ σου. Εἰ γὰρ ἀπο δώσει, κολάσει ἡμᾶς κατὰ τὰς ἀνομίας ἡ μῶν. Λέγει ου ν ὁ ἡμῖν παραπλησίως ἐλεη θεὶς ὑπὸ Θεοῦ· Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡ μῶν ἀνταπέδωκεν ἡμῖν. ̔Ο δὲ παῤῥησίαν ε χων πρὸς τὸν Θεὸν, πεποιθὼς τῇ ἑαυτοῦ συνειδήσει, φησίν· ̓Ανταπόδος τῷ δούλῳ σου, τῷ μηδὲν α ξιον κολάσεως πεποιηκέναι. Ινα δὲ μὴ δόξῃ ὁ λόγος ει ναι ἀλαζονικὸς, ε χει τι ἀσφαλές· οὐ γὰρ ει πεν· ̓Ανταπόδος μοι, ἀλλ' ἀνταπόδος τῷ δούλῳ σου, ει τίς ἐστι δοῦλος σὸς, καὶ δουλεύει σοι. –Τὸ δὲ ζῆσόν με, εἰς τὸν μέλλοντα χρόνον ἐκκλίνει τὸ ζῆν· οὐκ οι ομαι γὰρ ο τι ὡς η δη ζῶν λέ γει τό· Ζῆσόν με· ἀλλὰ ι σως ἀναφέρει ἐπὶ ζωὴν ἀληθινὴν, ο θεν ἐπάγει· Καὶ φυλάξω τοὺς λόγους σου. Ζωὴ γὰρ ἀληθὴς ἡ φυλα κὴ τοῦ νόμου. 118.18 ̓Αποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Αἰσθάνεται ὁ προφήτης ο τι ἐπικεκαλυμ μένοι αὐτοῦ η σαν οἱ ὀφθαλμοὶ, οἱονεὶ γὰρ κάκωσις γέγονεν ἡμῖν περὶ τὸ ἡγεμονικὸν, καὶ βλάβη ἀπὸ τῆς παλαιότητος τῆς κατὰ τὸν παλαιὸν α νθρωπον, καὶ ει ς ἐστιν ὁ μό νος ταύτην ἰάσασθαι δυνάμενος, ὁ Λόγος τοῦ Θεοῦ· ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐ τοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ερχεται ου ν ὁ Λόγος καὶ ἀποκαλύπτει τοὺς ὀφθαλμοὺς περαίρων τὸ κάλυμμα· ἡνίκα γὰρ ἐπιστρέ ψει τις πρὸς Κύριον, περιαιρεῖται τὸ κά λυμμα. 118.19 Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ̔Ο προσπεπονθὼς τῇ γῇ, ὁ φιλῶν τὰ ἐν θάδε, καὶ μὴ ἐμοῦ τὰς ἐντολάς σου. πιστεύσας ο τι ἀνάλυσις ε σται σὺν Χριστῷ, ου τος μὴ λεγέτω· Πάροικός εἰ μι ἐγὼ ἐν τῇ γῇ, ἀλλ' ι στω ο τι κατοικεῖ ἐπὶ τῆς γῆς· ἁγίου ου ν φωνή· Μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου. 118.20 ̓Επεπόθησεν ἡ ψυχή μου τοῦ ἐπι θυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. ̓Επεπόθησεν ὁ ∆αυὶδ γνῶναι τὰ δικαιώ ματα τοῦ Θεοῦ, τί ἐστι τό· ̓Εὰν κτήσῃ παῖδα ἑβραῖον, ε ξ ε τη δουλεύσει σοι, ἐν δὲ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. Καί· Τὶς ἠγάπα γυναῖκα καὶ τὰ ταύτης τέκνα, διὸ αὐτὴν ἐλευθέραν ἀπωθεῖται ὁ δοῦλος; Καὶ τίς ὁ λόγος τοῦ τιθρωσκομένου ὠτὸς, καὶ τῆς αἰωνίου δουλείας η ν ὁ δοῦλος προ είλετο; –Τί δήποτε οὐκ ει πεν· ἐπεπόθησεν ἡ ψυχή μου τὰ κρίματά σου, ἀλλ' ἐπεπόθη σε τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου; ὡς οὐκ ἐν ἡμῖν ο ντος τοῦ ἐπιθυμῆσαι τὰ κρίματα τοῦ Θεοῦ, ἀλλὰ τῶν καθαρᾷ τῇ συνειδήσει λατρευόντων τῷ Θεῷ, ου τως οὐ πάντων ἐστὶ τὸ ἐπιθυμῆσαι τὰ κρίματα ἐν παντὶ καιρῷ, ἀλλὰ μόνων τῶν μὴ ἁμαρτανόντων. ̓Εν ἐ κείνῳ γὰρ τῷ καιρῷ ἐν ῳ ἁμαρτάνω, ἐὰν ἐπιθυμήσω τὰ κρίματα, ι να κολασθῶ ἐπι θυμῶ. 118.22 Περίελε ἀπ' ἐμοῦ ο νειδος καὶ ἐξου δένωσιν, ο τι τὰ μαρτύριά σου ἐξεζήτησα. ̓Επεὶ ὀνειδίζουσι καὶ ἐξουδενοῦσί μέ τινες ἐπὶ τῷ ἐκζητεῖν τὰ μαρτύριά σου, περίελε τὸ ο νειδος καὶ τὴν ἐξουδένωσίν μου. Πῶς δ' α ν περιαιρεθείη ταῦτα; εἰς ἐπίγνωσιν ἐρχομέ νων ἀληθείας τῶν τέως ὀνειδιζόντων καὶ ἐ ξευτελιζόντων με· ὑπάρξαντος δὲ τούτου, α μα ἐμοὶ ἐκζητήσουσι καὶ ου τοι τὰ μαρτύ ριά σου. 118.23 Καὶ γὰρ ἐκάθισαν α ρχοντες, καὶ κατ' ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδο λέσχει ἐν τοῖς δικαιώμασί σου. Ου τως συνέρχονται κατὰ τοῦ δικαίου σκο ποῦντες πῶς ἐπιβουλεύσωσιν αὐτῷ, ἀλλ' αὐ τὸς οὐ παύεται λαλῶν ἐν τοῖς δικαιώμασιν τοῦ Θεοῦ·

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.