Fragmenta in Psalmos (Greek) · §u27-open

Fragmenta in Psalmos (Greek) Unit 27 opening

Unit 27.

Lemma-led open — . ̓Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Εὐαρεστούμενος

Greek

118.72 ̓Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Εὐαρεστούμενος ἀντὶ τοῦ, ἀγαθόν μοι ἐσ τιν ὁ νόμος, ο ν ἀπὸ τοῦ στόματός σου ἐλά λησας. Στόμα δέ σου ὁ Χριστός ἐστι· κατα φρονῶ γὰρ χιλιάδων χρυσίου καὶ ἀργυρίου ὑπὲρ τοῦ ἀπολαῦσαι τοῦ νόμου τοῦ στόμα τός σου. ∆ύναται δέ τις καὶ νόμον στόματος λέγειν τὴν τάξιν τῶν χρηματιζομένων καὶ λεγομένων διὰ στόματος Θεοῦ, τῶν πρώτων τοῖς εἰσαγομένοις λεγομένων, καὶ δευτέρων τοῖς τὰ πρότερα ἀνειληφόσι, καὶ ου τω καθ' ἑξῆς ε ως ου τελειωθῶσιν. 118.73 Αἱ χεῖρές σου ἐποίησάν με καὶ ε πλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Πεποίηται μὲν ἡ ψυχὴ, πέπλασται δὲ τὸ σῶμα· Ποιήσωμεν γὰρ, φησὶ, α νθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ε πλασεν. – ̔Η ὑπόθεσις τοῦ· αἱ χεῖρές σου κτλ. τῆς περὶ τὴν ἀνθρω πίνην φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγος γὰρ πάντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος, ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διά θεσιν ἐνδεξάμενος, ἱκετεύει τοίνυν τὸν δια πλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν. Η ἀκόλουθον δὲ ὡς πρὸς δημιουργὸν τὸ αι τημα· οι ον, τοῦ σοῦ φρόντισον ποιήματος, καὶ τελείωσον τῇ νοήσει τὸ ζῶον τὸ νοητι κὸν, καὶ ο πρὸς οἰκείωσιν τὴν σὴν παρεσ κεύασας, τοῦτο διὰ τῆς σῆς γνώσεως τῶν βουλημάτων οἰκείωσαι. Ετεροι τὸ ̓Εποίησαν ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ Επλασάν με ἐπὶ τοῦ σώματος· α λλοι δὲ τὸ μὲν ̓Εποίησαν ἐπὶ τῆς πρώτης δημιουργίας φασὶν [τὸ δὲ Επλασαν, ἐπὶ τῆς τοῦ] λου τροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως. – Χεὶρ Κυρίου ἡ μετ' αὐτοῦ ἐπὶ Χριστοῦ λέ γεται. Συνέσεως δὲ χρῄζομεν, καὶ εἰς τὸν ἠθικὸν τρόπον, ὡς οὐ πάνυ σαφῆ. –Τὸν γὰρ α νθρωπον οὐ μόνον ἐποίησεν, ὡς τὰ λοι πὰ κτίσματα, ἀλλὰ καὶ ε πλασε, τῇ αὐτουρ γίᾳ τιμήσας αὐτόν. –Χεῖρες δὲ ει εν Θεοῦ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, δι' ω ν πάντα δεδη μιούργηται. ̓Ακόλουθον δὲ λίαν καὶ τὸ αἰ τεῖν παρὰ τοῦ ποιήσαντος σύνεσιν, η πρὸς τὴν ποιήσιν τῶν ἐντολῶν συνωθεῖ. 118.74 Οἱ φοβούμενοί σε ο ψονταί με, καὶ εὐφρανθήσονται, ο τι εἰς τοὺς λόγους σου ἐ πήλπισα. Τοῖς φοβουμένοις σε, φησὶν, τοῖς εὐσε βοῦσι πρόξενος εὐφροσύνης γενήσομαι, ἐλ πίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ εἰς σὲ ἐλπίδι τέλος. – Η οἱ τὸν Θεὸν φοβού μενοι, τῷ μηδὲν αὐτοὺς ὑστερεῖν τέλειοί εἰ σιν, ο ντες δὲ τοιοῦτοι, ἀγαθοὶ τυγχάνουσιν κατὰ τὸν ο ν ε χουσι φόβον· διὸ καὶ πάντας βούλονται προκόπτειν, καὶ εὐφραίνονται ἐπὶ τοῖς εὐαρεστοῦσι Θεῷ. –Εὐφραίνονται πρακτικοὶ, ἀκούοντες γνωστικῶν. –Συνᾴ δει τὸ ἐπαγόμενον, ο τι εἰς τοὺς λόγους σου ἐπήλπισαν. ̔Υπόδειγμα γάρ με λαβόντες καὶ ὁρῶντες, καὶ αὐτοὶ τῶν ὁμοίων προσδοκή σουσι τυχεῖν. –Βούλεται ὡς προφήτης τοὺς φοβουμένους τὸν Θεὸν ἐπιστρέψαι πρὸς αὐτὸν, καὶ η κειν, ι να αὐτοῖς μετάδῳ τοῦ χα ρίσματος τοῦ ἐν αὐτῷ. 118.75 Εγνων, Κύριε, ο τι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Ζητήσεις δὲ μᾶλλον τοὺς περὶ κρίσεως λόγους, μεμαθηκὼς ο τι ∆αυὶδ γεγράφηκε τοῦτο, η ἁπλῶς πεπιστευκὼς ο τι οὐκ ἐνδέ χεται τὸν δίκαιον Θεὸν ἀδικῆσαι. –Ταῦτα διαφερόντως λέγει, τὴν οἰκείαν εὐγνωμοσύ νην δεικνύς. Οι δα δὲ, φησὶν, ἀκριβῶς ὡς ὀρ θῶς μοι καὶ δικαίως καταψηφίσουσιν, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. – Πολλάκις δὲ ἐτήρησα ο τι ἐταπείνωσάς με, ἀντὶ τοῦ πειρασμοῖς περιέβαλές με πολλα χοῦ, καὶ μάλιστα ἐν τοῖς ψαλμοῖς λέγεται· χωρὶς γὰρ τῆς ἐν πολλοῖς ὀδυνηροῖς γυμνα σίας καὶ τῆς παρ' ἐλπίδα γενομένης Θεοῦ βοηθείας, οὐκ ε στι βεβαίως α νθρωπον ἐν ἀ ρετῇ παγῆναι. –Τοῖς αὐτοῖς [δικαίοις] πάν τα τὰ κρίματα Θεοῦ γίνεται, καὶ ο τι δικαιο σύνη ἐστὶ τὰ κρίματα τοῦ Θεοῦ. ̔Ο πιστὸς πιστεύει, ἀλλ' οὐκ ε γνω, εἰ μὴ λάβοι λόγον γνώσεως.

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.