Fragmenta in Psalmos (Greek) · §u27-rem-early

Unit 27 rem early

Rem early: Unit 27; lemma and Origen’s theoria.

Greek

Ελεγεν γὰρ ὁ ̓Ιησοῦς πρὸς πεπιστευκότας αὐτῷ ̓Ιουδαίους· ̓Εὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλή θειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πε πιστευκόσιν ου ν ε δωκε γνώσεσθαι, ὡς τῆς πίστεως οὐ πάντως παρεχούσης γνῶσιν. Τὸ δὲ 110 ἀληθείᾳ ἐταπείνωσάς με, τουτέστιν κατὰ ἀλήθειαν. 118.76 Γενηθήτω δὲ τὸ ε λεός σου τοῦ πα ρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δού λῳ σου. ̓Αλλὰ φιλανθρωπίας λοιπὸν, καὶ ψυχα γωγίας καιρός· τοῖς γὰρ μεταμελείᾳ χρω μένοις τὴν σὴν εὐμένειαν ἐπήγγειλας. Η ε λεος τοῦ Πατρὸς ὁ Υἱὸς, ο ς καὶ παρεκάλε σεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ Σατανᾶ. Η ὁ προφήτης, ὡς γενναῖος ἀθλητὴς, οὐκ ἀποστῆναι τὰ λυποῦντα αὐτὸν ευ χεται, ἀλλὰ δοθῆναι αὐτῷ ἐν τῷ καιρῷ τῶν λυπηρῶν λόγον ἰσχυρὸν παρακλήσεως, τὸν δυνάμενον αὐτὸν ἰσχυρίσασθαι μετὰ πάσης εὐθυμίας καὶ ἀταραξίας φέρειν τὸ συμβεβη κός· ἐν τούτῳ γάρ με, φησὶν, ἐλέησον, ι να γένηταί μοι παράκλησις καὶ παραμυθία. 118.77 ̓Ελθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ο τι ὁ νόμος σου μελέτη μού ἐσ τιν. ̔Ο εὐαγγελικὸς δηλονότι. – Ωσπερ ὑπέσ χου, φησὶ, τὴν παράκλησιν, ου τω καὶ ποίη σον, τοὺς σοὺς οἰκέτας οἰκτείρων. Μάθωμεν καὶ ἡμεῖς λέγειν, ο τι ὁ νόμος σου μελέτη μού ἐστιν. Σχολάσωμεν ταῖς ἱεραῖς γραφαῖς· ἐπειδὴ δὲ μὴ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν α λλοις πολλοῖς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ λέγον ται, ἐπιστατέον μή ποτε ὁ Μονογενὴς καὶ τὸ α γιον Πνεῦμα, οἱ ζωῆς παρεκτικοὶ, οἰκ τιρμοὶ Θεοῦ, καὶ πατὴρ ει ρηται, κατὰ τὴν τοῦ ἀποστόλου θεοσοφίαν, τῶν οἰκτιρμῶν. Πᾶσα ἡ ἀνθρωπίνη φύσις δεῖται τῶν οἰκτιρ μῶν τοῦ Θεοῦ. ̓Εὰν γὰρ ου τοι μὴ ε λθωσιν, ζῆσαι τὴν ἀληθινὴν ζωὴν οὐ δυνάμεθα, τὴν κεκρυμμένην σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. 118.78 Αἰσχυνθήτωσαν ὑπερήφανοι, ο τι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχή σω ἐν ταῖς ἐντολαῖς σου. Ευ χεται μηκέτι αὐτοὺς ἀναισθητεῖν η ς ε χουσι κακίας· ἐπαισχυνομένους δὲ παύ σασθαι. Γεννηθήτω πάντα τὰ ἁμαρτήμα τα αἰσχύνης α ξια. Εως μὲν ου ν [ἡ ψυ χὴ] ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς, μή πῃ α ρα ἀσθενήσῃ καὶ χειρίων ἑαυτῆς γέ νηται· ο τε δὲ εἰς α κρον φθάσει τελειότη τος, ἐν ε ξει ἀρετῆς καταστᾶσα, ε ξω γενήσε ται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μήποτε καὶ καταισχυνθῇ. Αμωμος ου ν ἡ καρδία ἐν τοῖς δικαιώμασι τοῦ ἁγίου ἐστὶν, ἀκριβήσασα τὴν περὶ αὐτῶν ἀλήθειαν. – Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ' ευ χεται ὑ πὲρ τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγ ματεύεται· η ς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκείνοις τυχεῖν ἀξιοῖ. Η ου τως, εἰ τύχοιμι τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δαί μονες η καὶ α νθρωποι τῆς ἀληθείας ἐχθροὶ, αἰσχυνθήσονται· ἐγὼ δὲ οὐκ ἐπαρθήσομαι, ἀλλ' ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω. 118.81 ̓Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τὸν λόγον σου ἐπήλπισα. ̓Επείπερ ὁ σὸς λόγος ἐκήρυσσέ μοι τὸ σωτήριόν σου, καὶ τίνα ἀπόκειταί μοι ἐν τῷ σωτηρίῳ σου, ἐξέλιπον ἐπιθυμῶν, καὶ ἐξε λυόμην ἀπὸ τῆς ὀρέξεως· ὁ λόγος γενόμενος ἐκείνου τοῦ ἐπιθυμητοῦ, τὸ σωτήριον τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς, ὁ ἐπώνυμος τῆς σωτηρίας ἡμῶν· αὐτὸς γάρ ἐσ τιν ἡ σωτηρία, ἡ ἀλήθεια, ἡ δικαιοσύνη, καὶ ο σα α λλα παρέστησεν ὁ θεῖος λόγος τὸν Υἱὸν ει ναι τοῦ Θεοῦ. – ̔Ερμηνεύων δὲ τὸ σωτήριον, ἐπήγαγεν ἐπὶ τὸν λόγον σου, τὸν Υἱὸν ει ναι σημαίνων, τὸν Κύριόν φησι. 118.82 ̓Εξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; ̓Εν ο σῳ γάρ τις μήπω καταλαβὼν ἐπιθυ μεῖ νοῆσαι τὴν γραφὴν, προσδοκίαν ε χει τῆς καθόδου τοῦ Λόγου, καὶ ο σῳ βλέπει αὐτὸν τρανότερον, τοσούτῳ βλέπει αὐτὸν ἐγγίζοντα, μέχρι πρὸς αὐτὸν ἐλθὼν παρα κληθῇ. – ̓Εκλείπουσιν εἰς τὸ λόγιον ζη τοῦντες πότε ἐγγίσει, πότε φανείη, οι ον ει ποτέ τις ὑμῶν ε τεινε τὴν διάνοιαν πρὸς τὸ νοῆσαι τὴν γραφὴν, καὶ οὐδέπω αὐτὴν ἐνό ησεν, οἱονεὶ προσδοκίαν ε χει τῆς καθόδου τοῦ λόγου καὶ τοῦ η κειν τὸν λόγον. ̓Εὰν δὲ τὴν διάνοιαν πόῤῥωθεν [τείνῃ], τὸν λόγον οὐδέπω τρανὸν, οὐδὲ σαφῆ τοῦτον ὁρᾷ, καὶ ο σῳ ἐγγίζοντα τῇ διανοίᾳ τῇ ζητούσῃ τὴν ἀλήθειαν· ου τω καὶ ὁ προφήτης παθὼν τοι αῦτα πρὸς τὸν λόγον τοῦ Θεοῦ, καὶ διδάσ κων ἡμᾶς ἐπιθυμεῖν τοῦ λόγου καὶ ἐρωτι κῶς ε χειν πρὸς αὐτὸν, φησίν· ̓Εξέλιπον

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.