Fragmenta in Psalmos (Greek) · §u27-rem-close

Unit 27 rem close

Rem CLOSEOUT: Unit 27 CLOSEOUT.

Greek

ἀλήθεια. 118.90 Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ 112 διαμένει. ∆ύο εἰσὶ γενεαὶ αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ο τε τῶν ̓Ιουδαίων λαὸς, ὁ εχων τὸν νόμον καὶ προφήτας, καὶ ἐκκλησία ἐξ ἐθνῶν· καὶ κατὰ τὴν τοῦ Χριστοῦ ἐκ κλησίαν οὐκ εἰς γενεὰς καὶ γενεὰς ἡ ἀλή θεια τοῦ Θεοῦ, ἀλλ' εἰς γενεὰν τὴν προτέραν καὶ γενεὰν τὴν δευτέραν· τὰ δὲ α λλα ε θνη πεπλάνηνται, ο τε δὲ καὶ ἡ προτέρα γενεὰ ἐ ξέβαλε τὴν ἀλήθειαν, καὶ ει πεν· Αι ρε, αι ρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ' ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. – ̔Ο ἐν προκοπῇ γενόμενος καὶ ὑψηλοτέρων α πτεται δογμάτων, ω στε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύειν, καὶ τό· ̓Εν ἀρχῇ η ν ὁ Λόγος, μονονουχὶ λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παντὸς σαφῶς δούλην αὐτοῦ κτίσιν α πασαν ἀποκαλεῖ. – ̓Εν ταῖς ἐπουρανίοις δυνάμεσιν ὁ τοῦ Θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· δυνατοὶ γὰρ εἰς ἰσχὺν, ποιοῦντες τὸν λόγον αὐτοῦ. 118.91 Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ο τι τὸ σύμπαντα δοῦλα σά. Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμη κός φησιν· ̓Εκεῖνος, γεωργίου μὴ ὑπάρχον τος, μηδὲ τὸν ἀναγκάζοντα ε χων, μηδὲ ὑπὸ δεσπότην ω ν, ἑτοιμάζεται θέρους τὴν τρο φήν; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον, ο τι ἐκεῖνος νόμον μὴ ε χων τὸν καταναγκάζοντα, μήτε γνώ σεως μέτοχος ω ν, ἑτοιμάζεται θέρους τὴν τροφήν. ̔Ο Θεὸς γὰρ δεσπότης λέγεται δίττως· η ὡς δημιουργὸς, η ὡς γινωσκόμε νος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ ἐλευθε ρωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέν τες δὲ τῷ Θεῷ, δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, ε χετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασ μὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοῦ τοιούτου τέλους α μοιρός ἐστιν ὁ μύρμηξ, δη λονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς ου ν λέγεται μὴ ει ναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν. 118.92 Εἰ μὴ ο τι ὁ νόμος σου μελέτη μου, τότε α ν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνό μαζε ταπεινώσεως, καθ' ο ν μάλιστα θλίβε ται ἡ ψυχὴ, ἀφ' ου οὐδὲν ε τερον ῥύεται ὡς ἡ θεωρία τῶν λόγων τοῦ Θεοῦ. Εχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν, περισπᾷ τὴν διάνοιαν, καὶ ἀπωθεῖται τοὺς λογισμούς. Μακάριον γὰρ ο ντως τὸ μὴ ἀ πολύεσθαι ἐν περιστάσεσι γεγονότας, οι ον ἐπὶ μαρτυρίου· εἰ μή τις προμελετήσει τοῦ Θεοῦ τὸν νόμον, ἀπόλλυται. 118.95 ̓Εμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀ πολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέ τοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου· Ινα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. 118.96 Πάσης συντελείας ει δον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. ̔Ο πλατυνθεὶς καὶ μηκέτι διὰ τὴν κακίαν στενοχωρούμενος, πλατεῖαν ὡμολόγησε πᾶ σαν ει ναι τὴν ἐντολὴν τοῦ Θεοῦ. 118.97 ̔Ως ἠγάπησα τὸν νόμον σου, Κύ ριε, ο λην τὴν ἡμέραν μελέτη μού ἐστι. ̔Ο ἀγαπῶν τὰς ἐντολὰς ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, η διὰ αὐτῶν. Καρ διαγνῶστα πάντων, ει δες ο τι ἡδέως ε χω πληρῶσαι τὰς ἐντολάς σου, Κύριε· ἐλεῶν μοι καὶ βοηθῶν μοι, ζῆσόν με διὰ τῆς χάριτός σου, τουτέστιν διὰ τὰς ἐπιφανείας τοῦ Υἱοῦ σου. – ̔Ο τοιοῦτος ἐν ἡμέρᾳ διὰ παντὸς μελετᾷ. Οὐκ ει πε δέ· ἐποίησα τὸν νόμον σου, ἀλλ' ἠγάπησα. Τελειότερος γὰρ ὁ ἐξ ἀγάπης, ἀλλ' οὐκ ἀνάγκης ποιῶν. Τοιοῦτον δὲ ἀγαπήσατε νόμον δικαιοσύνης, οἱ κρίνον τες τὴν γῆν. Καὶ μετ' ὀλίγα. ∆υνάμεθα νοεῖν τό· Ολην τὴν ἡμέραν μελέτη μού ἐστιν, ἐν ο λῳ τῆς ζωῆς μου χρόνῳ, πολλαχοῦ γὰρ ὁ πᾶς χρό νος τῆς ζωῆς τῶν ἀνθρώπων ἡμέρα καλεῖ ται, ὡς ἐν τῷ· Καὶ σὲ ὑπέμεινα ο λην τὴν ἡ μέραν, καὶ τό· Ενεκά σου θανατούμεθα ο λην τὴν ἡμέραν. 118.98,99 ̔Υπὲρ τοὺς ἐχθρούς μου ἐσόφι σάς με τὴν ἐντολήν σου, ο τι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. ̔Υπὲρ πάντας τοὺς διδασκάλους συνῆκα, ο τι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Εἰπὼν ὑπὲρ τοὺς ἐχθρούς μου, ἐχθροὶ δὲ ἡμῶν ἐκεῖνοι, οἱ ε χοντες ζῆλον Θεοῦ, ἀλλ' οὐ κατὰ ἐπίγνωσιν· ἐκείνων δὲ η σαν καὶ αἱ γραφαὶ, καὶ πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, καὶ ἐκεῖνοι οἱ διδάσκαλοι ἐπαγ γέλλονται 113

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.