Fragmenta in Psalmos (Greek) · §u28-open

Fragmenta in Psalmos (Greek) Unit 28 opening

Unit 28.

Lemma-led open — γεγονέναι, α τε πρῶτοι παραλα βόντες νόμον καὶ προφήτας· ἡμεῖς νῦν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομε

Greek

γεγονέναι, α τε πρῶτοι παραλα βόντες νόμον καὶ προφήτας· ἡμεῖς νῦν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομεν· ̔Υπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. ∆ιὰ τί δέ; ο τι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. – ̔Ο πάντα κατὰ νόμον καὶ λέγων καὶ πράττων, μελετᾷ τὸν νόμον τοῦ Θεοῦ. 118.100 ̔Υπὲρ πρεσβυτέρους συνῆκα, ο τι τὰς ἐντολάς σου ἐξεζήτησα. ̔Ο ̔Ησαὺ πρεσβύτερος η ν τοῦ ̓Ιακὼβ, ἡ εὐλογία ἀπέκειτο τῷ ̔Ησαὺ, καὶ ἡ εὐλογία τοῦ εὐλογοῦντος ει ρηται πρὸς τὸν ̔Ησαὺ, ε ως ἐκεῖνος ἐξῆλθεν. ̓Ενεδυσάμην τοῦ ̔Ησαὺ τὰ ἱμάτια· ἐξῆλθεν γὰρ ἐκεῖνος ἐπὶ τὰ θηρία, καταλιπὼν τὰς ἡμέρους διατριβάς· κἀγὼ, ἐκείνου ἐξελθόντος, ἐνδυσάμενος τοῦ ̔Ησαὺ τὴν στολὴν τὴν καλὴν, εἰσέρχομαι καὶ λαμ βάνω τὴν εὐλογίαν. ̔Η στολὴ αὐτοῦ καλὴ, ὁ νόμος καὶ οἱ προφῆται, καλῶς ὑφανθέντα· προσέρχομαι τῷ Πατρὶ, προσφέρω ἐγὼ αὐ τῷ τροφὰς, τρέφεται ταῖς ἡμέροις μου τρο φαῖς, οὐ ταῖς ἀγρίων ἐκείνων (ταχινοὶ γάρ εἰσιν ἐκχέαι αι μα). Προσφέρω ἐγὼ η μερον τροφὴν, ἐρίφους ἁπαλοὺς καὶ καλοὺς κατὰ τὰς ὑποθήκας τῆς μητρός μου· ἡ δὲ α νω ̔Ιερουσαλὴμ ἐλευθέρα ἐστὶν, η τις ἐστὶν μή τηρ ἡμῶν. Προσφέρω τῷ Πατρὶ, λαμβάνω τὰς εὐλογίας ὑπὲρ τοῦ πρεσβυτέρου, ἐγὼ βέ βηκα, ἐγὼ συνῆκα. 118.101 ̓Εκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ο πως α ν φυλάξω τοὺς λό γους σου. ̓Εκζητῶμεν ου ν πρῶτον τὰς ἐντολὰς, ι να καὶ ἡμεῖς ὑπὲρ τοὺς ἀληθῶς πρεσβυτέρους συνῶμεν. – ̓Εκ πάσης ὁδοῦ κτλ. Ου τε γὰρ δύο δυνατὸν κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀ κολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας· ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· ου τω γὰρ οι όν τε τῶν θείων γενέσθαι φύλακας λογίων. ̔Οδοὶ πο νηραὶ, ο σαι πάντως πρὸς πονηρίαν α γουσιν, ὡς ἡ μέθη καὶ ἀσωτία ἐπὶ πορνείαν χειρα γωγοῦσιν, [ὁμοίως] καὶ θυμός ποτε μὲν πρὸς φόνον, ποτὲ δὲ πρὸς βλασφημίαν ἐξάγει, καὶ ἐπὶ τῶν ὁμοίων· φυλάξαι ου ν τὸν θεῖον νό μον ἐστὶ τὸ ε ργοις αὐτὸν ἀποπληρῶσαι. 118.102 ̓Απὸ τῶν κριμάτων σου οὐκ ἐξέ κλινα, ο τι σὺ ἐνομοθέτησάς με. Τοῦ σοῦ διὰ παντὸς ἐμεμνήμην δικαστη ρίου· ἐν τῷ θʹ δὲ λέγει ψαλμῷ· Κατάστησον νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ε θνη ο τι α νθρωποί εἰσιν. Κατάστησον νομοθέτην τοῖς ε θνεσιν. ̔Ο Μωσῆς μὲν γὰρ ἐνομοθέτησε τὰ τοῦ γράμματος τοῖς μηδέπω δυναμένοις χω ρεῖν τὴν ἐπιδημίαν τῆς καινῆς διαθήκης. ̓Ιησοῦς δὲ Χριστὸς ἐπιδημήσας ἐνομοθέτη σέ μοι τὸ εὐαγγέλιον καὶ πνευματικόν μοι τὸν τοῦ Μωσέως ε δειξε νόμον, τῶν ἀπὸ τοῦ λαοῦ οὐχ ἑωρακότων τοιοῦτον. 118.103 ̔Ως γλυκέα τῷ λάρυγγί μου τὰ λό γιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. ∆ιαγράφει τὴν τοῦ ἁγίου διάθεσιν γλυκύ τητος ἀντιλαμβανομένου ἐν τῷ προσιέναι τῷ λόγῳ τοῦ Θεοῦ καὶ εὐφραινομένου ἐπ' αὐ τῷ· ω σπερ γὰρ τὸ ὑγιαῖνον αἰσθητήριον ἀντι λαμβάνεται τῆς τοῦ μέλιτος γλυκύτητος, ὁ δὲ νοσῶν καὶ πυρέττων πικράζεται μᾶλλον ὑπ' αὐτοῦ· τὸν αὐτὸν τρόπον, ἐὰν ὑγιαίνῃ σου τὸ θεῖον τῆς γεύσεως αἰσθητήριον, γλυκά ζεται τῷ λόγῳ τοῦ Θεοῦ, ἐὰν δὲ νοσῇ, οὐκ ἀποδέχεται αὐτὸν, οὐδὲ γλυκάζει. ∆ιὰ τοῦτο ει ρηται· Εἰς ω τα α φρονος μηδὲν λέγε, μή ποτε μυκτηρίσῃ τοὺς συνετούς σου λόγους. Καὶ μετ' ὀλίγα. Γλυκέα διὰ τὴν ἐπ' αὐ τοῖς λογικὴν τέρψιν, ἀλλ' ὑπὲρ μέλι τῶν παρ' ἀνθρώποις πάντων ἡδέων δι' αὐτοῦ δη λουμένων. – ̔Ο ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦ, ὀνομάζεται στόμα. 118.104 ̓Απὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Οὐκ ει πε· παρανόμους ἐμίσησα, ου τε γὰρ πατραλοίαν ̓Αβεσσαλὼμ, ου τε τὸν Σαοὺλ, ἀλλ' ὡς α γιος αὐχεῖ ο τι μισεῖ τὰ μίσους α ξια, τοὺς λόγους τοὺς παρανόμους, τὰ δόγ ματα τὰ παράνομα, τὰς τοιαύτας διδασκα λίας, τὴν διάθεσιν καθ' η ν ἁμαρτάνουσιν, ο τι γὰρ καύχημά ἐστιν ο λέγει. Ορα πῶς ἐν τῇ πρὸς Θεὸν εὐχῇ παῤῥησιάζεται, καί φησι· Παρανόμους ἐμίσησα ὡς τἀναντία τῶν ἠγα πημένων

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.