Fragmenta in Psalmos (Greek) Unit 31 opening
Unit 31.
Lemma-led open — τις, ου τε τὸν ἐπὶ Θεὸν ἠλπικότα, ὡς ου τε τὸν ∆ανιὴλ, ου τε τοὺς τρεῖς παῖδας, εἰ καὶ τῆς
Greek
τις, ου τε τὸν ἐπὶ Θεὸν ἠλπικότα, ὡς ου τε τὸν ∆ανιὴλ, ου τε τοὺς τρεῖς παῖδας, [εἰ] καὶ τῆς πατρίδος [ἐ ξεβλήθησαν], καὶ τοσούτῳ κλύδωνι συνεί χοντο· μόνον γὰρ πτῶσις ἀρετῆς καὶ ψυχα πώλεια. ̓Αλλ' οὐδὲ σαλεύεταί τις, τῆς α νω τυχὼν ̔Ιερουσαλήμ. –Οὐκ ει πεν δηλονότι οὐ σαλευθήσεται ὁ κατοικήσας, ἀλλ' ὁ κα τοικῶν· αἱ γὰρ ἀρεταὶ ἐν τῷ ἀεὶ γενέσθαι ε χουσι τὸ ει ναι. 124.3 Οτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δι καίων. ̔Ο Κύριος τῷ κλήρῳ τῶν δικαίων τὴν τῶν ἁμαρτωλῶν ῥάβδον οὐ τέθεικεν. 124.4 ̓Αγάθυνον, Κύριε, ̔Ημῶν δὲ δείκνυσι τὴν ἀρχὴν τῆς ἀπο τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. λαύσεως τῆς ἐνθέου καὶ κολάσεως, εἰ καὶ διὰ φιλανθρωπίαν νικᾷ μὲν ταῖς ἀντιδόσεσι, τὰς δὲ κολάσεις μειοῖ. – ̔Ο κατὰ φύσιν ω ν ἀγαθὸς, τοῖς ἐπιμελείᾳ γενομένοις ἀγαθοῖς συντήρησον τὴν πρὸς τὴν σὴν ἀγαθότητα αὐτῶν διάθεσιν ἀδιάπτωτον. 124.5 Τοὺς δὲ ἐκλίνοντας εἰς τὰς στραγ γαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομέ νων τὴν ἀνομίαν. Οὐκ ἐργασαμένων, ἀλλ' ἐργαζομένων. ∆ίκαια δὲ τὸν Θεὸν ὁ προφήτης αἰτεῖ, ἀγα θούς τε καὶ πονηροὺς τῶν προσηκόντων τυ χεῖν. Τί γὰρ ει χον οἱ κατὰ τοῦ ̓Ισραὴλ στρατεύσαντες ἐγκαλεῖν, πλὴν εἰ μὴ τὴν ἐκδοθεῖσαν ἐλευθερίαν· ἡ γὰρ ὑπερέχουσα πάντα νοῦν εἰρήνη μόνῳ τὸν νοῦν Χριστοῦ ε χοντι δίδοται· ἀλλὰ καὶ τῶν πολεμίων ἀ πολωλότων, ου τοι τῆς εἰρήνης ἀπέλαυσαν. 125.4,5 ̓Επίστρεψον, Κύριε, τὴν αἰχμαλω σίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θε ριοῦσι. Θεοδώρου. Ει ρηται ὡς οὐκ ἐν προοιμίοις κατωρθώθη τὸ πᾶν, ἀλλ' οἱ μὲν ἐπανῆλθον, οἱ δὲ ἐναπέμειναν· τοῦτο ἐνταῦθα οἱ ἐπα νελθόντες ἀξιοῦσιν εὐχόμενοι, μὴ μερικὴν ε τι γίνεσθαι τὴν τῶν λοιπῶν ἐπάνοδον, ἀλλ' ἀθρόαν καὶ κατὰ πλῆθος, μετὰ πολλῆς τῆς ῥύμης, μετὰ πολλῆς τῆς σφοδρότητος. ∆ιὸ ̓Ακύλας· ὡς καταῤῥοίας ἐν νότῳ· ὁ δὲ Σύμμαχος· ὀχετούς· ἡ δὲ πέμπτη· ἀφέσεις. ̓Εν νότῳ δὲ, ἐπεὶ ὁ νότος ὑγρὸς ω ν, νεφῶν τὸν ἀέρα πληροῖ καὶ ο μβρους ἐπάγει σφο δροὺς, ἀλλὰ καὶ τὸν χιόνα διαλύων, ἐμπί πλησι τοὺς χειμάῤῥους ὑδάτων. Η νότον τὴν ̔Ιερουσαλὴμ καλεῖ ἀπὸ τῆς θέσεως. Ινα τί; ι να παρόμοιοι, φησὶν, εὑρεθῶμεν τοῖς σπεί ρουσι μετὰ δακρύων, θερίζουσι δὲ μετ' εὐ φροσύνης· η περὶ τῶν καταλοίπων εὐξαμέ νοις ἀντιφθέγγεται λέγων ὁ προφήτης, ο τι εἰ κλαύσαιεν κἀκεῖνοι, ε σται καὶ αὐτοῖς ἐ πιστροφή. 126.1 ̓Εὰν μὴ Κύριος οἰκοδομήσῃ οι κον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. ̔Ως μεγαλοφρονούντων τῶν ̓Ιουδαίων ἐπὶ τῷ στερεῷ τῆς οἰκοδομῆς τῶν ἐκκλησιῶν τὰ τοιαῦτά φησι. 126.2 Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες α ρτον ὀδύνης. Ωσπερ ὁ υ πνος τρέφει τὸ σῶμα, πέπτων τὰς τροφὰς διὰ τοῦ χυμοῦ, ου τω καὶ ἡ γνῶ σις τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα. 127.3 ̔Η γυνή σου ὡς α μπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν. ̓Εράσθητι γὰρ, φησὶν, αὐτῆς, καὶ τηρήσει σε. Τίμησον αὐτὴν, ι να σε περιλάβῃ, καὶ κτήσῃ ἀπ' αὐ τῆς λόγους σοφοὺς καὶ δόγματα ὀρθά. Λέ γει δὲ αὐτὴν καὶ ἀδελφὴν τοῦ νοῦ ει ναι· Ει πον τὴν σοφίαν ἀδελφὴν σὴν τοῦ Πατρὸς τῶν πάντων ει ναι. ̓Αδελ φὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ ἐστί. Μνημονευτέον δὲ καὶ τοῦ ̔Αβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντως τοῦ βουλομένου τὴν σοφίαν ει ναι διδάσκων. 128.π ̓Ωδὴ τῶν ἀναβαθμῶν. ̔Υπόθεσις. Χρηστὰς ἐλπίδας ἐμβάλλει τοῖς ἐκ τῶν πολεμίων πρὸς τὴν οἰκοδομίαν ἐμποδιζομένοις, ὡς α ν ἐκ τῶν παρελθόντων μὴ ἀπογινώσκοιεν πρὸς τὸ μέλλον· καίτοι πολλάκις ἡττήθησαν καὶ ἁλόντες μετέστη σαν, ἀλλ' οὐκ ἐκείνων δυνάμει, τῇ δὲ σφετέ ρᾳ παρανομίᾳ, καὶ οὐδὲ ου τοι ι σχυσαν ἐξα φανίσαι τὸ γένος. ̓Αλλ' ο σον ὁ Θεὸς ἐδίδου σωφρονίζειν, ἐκράτουν. 128.2-8 Πλεονάκις ἐπολέμησάν με ἐκ νεό
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.