Unit 31 rem mid
Rem mid: Unit 31; lemma continues; spiritual reading with the letter.
Greek
πληγῆς, τοῦ πάθους κατα τεινούσης μοι τὸν αὐχένα. 130.1 Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, 127 οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. ̓Εν μεγάλοις δὲ λέγει, τοῖς ὑπερηφάνοις ἀνδράσιν· καὶ τοὺς τὸ πάθος γὰρ ε χοντας ε φευγον, τὴν ἐξ αὐτῶν ἐφορώμενος λύμην. –Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναι, φησὶν, τὴν ἐ ναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπετήδευον, η ν καὶ ὁ σωτὴρ ἐδίδασκε, λέγων· ̓Εὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 130.2 Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ υ ψω σα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισ μένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώ σεις ἐπὶ τὴν ψυχήν μου. ̓Απογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλῖψιν δηλῶν· οὐ γὰρ ἀφίσταται τῆς μη τρὸς, ὀδυνώμενος ἐπὶ τῷ στερηθῆναι τοῦ γά λακτος· ου τως ω ν ἐν συμφοραῖς κἀγὼ, φη σὶν, ηὐχόμην ἀεὶ τῷ Θεῷ· εἰ δὲ μὴ ου τως η ν, δίκην δοίην ἐσχάτην· καὶ α λλως τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ μισθὸν ἀνταπο δίδωσι Κύριος τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως· ὁ δὲ τοιοῦτος ἑαυτὸν οὐχ ὑψοῖ, ἀλλ' ἐπὶ τὴν ἑαυτοῦ μητέρα ὑψοῦται, περὶ η ς ει ρηται· ̔Η δὲ α νω ̔Ιερουσαλὴμ ἐλευθέρα ἐστίν· η τις ἐστὶ μήτηρ πάντων ἡμῶν. Καίπερ βασιλεὺς ἐγὼ, φησὶν ὁ τοσοῦτος, ταπεινὸν ἐμαυτὸν καταστήσας, προσήγαγον τῷ ἱλασμῷ καὶ τῷ λύτρῳ τῆς σωτηρίας· ου τως εἰ ταύτην μετ έλθοι τὴν ὁδὸν ̓Ισραὴλ, λυτρωθήσεται. Τὸ τῆς ὑπερηφανίας πάθος, καρδίας ψεκτὸν υ ψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμα σεν. 131.1 Μνήσθητι, Κύριε, τοῦ ∆αυὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. ̓Εκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ῳ γίνεται ... Εἰ δὲ πραότητος μνημονεύει ὁ Κύ ριος, πολλῆς ἀοργησίας χρεία, ι να τις δέξη ται τὸν Θεόν. – Η καὶ ὡς πρᾶος ὁ ∆αυὶδ, κληρονομίαν αἰτεῖ, τὴν τῶν πραέων, γῆν. 131.6 ̓Ιδοὺ ἠκούσαμεν αὐτὴν ἐν ̓Εφραθᾷ, ευ ρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Περὶ τῆς σοφίας λέγει προφητικῶς, η τις ἐστὶν ὁ Χριστός. – Η καὶ α λλως· α περ η κουσαν παρὰ τῶν πατέρων, φησὶν, ὡς ἡ τοῦ Θεοῦ σκηνὴ περιείη πανταχοῦ, ἐκ τό που τόπον ἀμείβουσα, ἐν ἀγροῖς τε καὶ πε δίοις, καὶ ἡδράσθη μετὰ ταῦτα, ο δὴ γενέσ θω καὶ νῦν. ̓Εφραθὰ δὲ νῦν λέγει τὴν ̓Ιούδα φυλὴν, εἰς η ν μετὰ τὴν πολλὴν εἰσηνέχθη περίοδον. ̓Εν τῇ Γενέσει, ̓Εφραθὰ θυμὸν ο ρα αὐτήν. ̓Εν ∆ευτερονομίῳ σημαίνεται ὁ σκο πὸς ὁ τέταρτος· ἐν Μιχαίᾳ, γῆ καρποφορου μένη. Παρ' ̔Εβραίοις τὸ ̓Εφραθὰ Μαρία σημαίνει. 131.7 Προσκυνήσωμεν εἰς τὸν τόπον, ου ε στησαν οἱ πόδες αὐτοῦ. Λέγει δὲ ο τι ἐκεῖ προσκυνοῦμεν, θείας ἐ πιφανείας τὸν ναὸν ἠξιῶσθαι πιστεύοντες· ταύτην γὰρ ε χει διάνοιαν τό· Ου ε στησαν οἱ πόδες αὐτοῦ. ̓Ασώματον γὰρ καὶ ἀπερίγρα φον τὸ θεῖον· σωματικώτερον δὲ ἡ γραφὴ περὶ αὐτοῦ διαλέγεται, ταῖς ἀνθρωπίναις ἀ κοαῖς μετιοῦσα τοὺς λόγους. Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος [οὐ] διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Θεὸν Λόγον, τὸν ἐν αὐτῇ. –Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν ψυχὴν, τὴν μετὰ τοῦ Θεοῦ Λό γου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι Θεὸν, διότι ὁ Θεὸς ἡμῶν σοφία ἐστίν. ̓Εν δὲ καρ δίᾳ ἀγαθῇ, φησὶν ὁ Σαλομὼν, ἀναπαύσεται σοφία. Οὐδὲν δὲ συνεστώντων ἐκ τῶν τετ τάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν. Γνωστὸς δὲ ἡμῶν ἐστιν ὁ Θεός. 131.8 ̓Ανάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυ σίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. ̔Η σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Κυρίου· κιβωτὸς δὲ Θεοῦ ὁ Χριστὸς, ει περ ὁ Θεὸς η ν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Καὶ α λλως ἀνάπαυσιν Θεοῦ καλοῦσιν τὴν κατὰ νόμον λατρείαν, οὐχ ο τι δεόμενος η ν, ἀλλ' ο τι τοῖς εὐσεβοῦσιν ἀνανεπαύετο. Τῷ δὲ ναῷ τὴν θείαν χάριν καὶ τὴν ἐπιφάνειαν ἀξιοῦσιν αυ θις ἀποδοθῆναι. Μέμνηται δὲ τῆς κιβωτοῦ, ἐπειδὴ ἐν τοῖς ἁγίοις τῶν ἁγίων ε κειτο, τὰς πλάκας 131.9 ε χουσα, δι' ου τῷ ἀρ χιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύ νην, καὶ οἱ ο σιοί σου ἀγαλλιάσονται. Οὐκέτι φησὶ κατὰ τὸν νόμον στολὰς, ἀλλ' αὐτὴν τὴν δικαιοσύνην· δικαιοσύνη δὲ ὁ Χριστός. Ωσπερ ἐνδύεταί τις δικαιοσύνην, ου τω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀ γάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀ ρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγε
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.