Unit 31 rem close
Rem CLOSEOUT: Unit 31 CLOSEOUT.
Greek
128 λίοις ε νδυμα γάμου, ἱερατικὸν ε νδυμα δι καιοσύνη, ο περ ἑαυτῷ τις ἐνδύεται, διὰ τὸ ει ναι δίκαιος, ι να μετὰ τοῦτο αὐτὸς ὁ Θεὸς ἐνδύσῃ αὐτὸν σωτηρίας, ὡς ἐπηγγείλατο λέ γων· Τοὺς ἱερεῖς αὐτῶν ἐνδύσω σωτηρίαν. Τοὺς μέντοι ἐχθροὺς τοῦ Θεοῦ, φησὶν, ἐν δύσει αἰσχύνην. ̓Ανωτέρω μέν· Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, λέγεται. Μετ' ὀλίγα δέ· Καὶ τοὺς ἱερεῖς αὐτῆς ἐνδύσει σωτηρίας· ο ταν γὰρ ἐκ τοῦ ἐφ' ἡμῖν ἐνδύσωνται δι καιοσύνην, τότε ἀπὸ Θεοῦ ἐνδύσονται σωτη ρίας. Μετ' ὀλίγα δέ. Καὶ οἱ ο σιοι σου ἀγαλλιά σει ἀγαλλιάσονται. Τῇ γὰρ ἐκ τοῦ ἐφ' ἡμῖν ἀγαλλιάσει καὶ οἱ ο σιοι τοῦ Θεοῦ ἀγαλλιά σονται. 131.11 Ωμοσε Κύριος τῷ ∆αυὶδ ἀλήθει αν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Λέγει δὲ καὶ ὁ ̓Ωριγένης· Τὸ ἀψευδὲς τῆς ἐπαγγελλίας, ο ρκον ὠνόμασεν. Ανθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν· ὁ δὲ Θεὸς κατ' οὐδενὸς ε χει ὀμόσαι. – ̓Εκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρό νου σου. Καὶ δώσει αὐτῷ, φησὶ Γαβριὴλ τῇ Μαρίᾳ, ὁ Θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πα τρὸς αὐτοῦ. Θρόνος μέν ἐστι τοῦ Θεοῦ ἡ φύ σις ἡ λογική· θρόνος δὲ Χριστοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων. 131.15 Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλο γήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω α ρτων. Ταύτης τῆς θήρας ὁ ἐν ταῖς Παροιμίαις οὐκ ἐπιτεύξεται δόλιος. ̓Εκ ταύτης δὲ θήρας η ν καὶ τὸ προσενεχθὲν βρῶμα τῷ ̓Ισαὰκ ἀ πὸ ̓Ιακὼβ τοῦ παιδὸς αὐτοῦ. 131.16 Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτη ρίαν, καὶ οἱ ο σιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ λιάσονται. Θήρα, πτωχοὶ, ἱερεῖς, ο σιοι, τέσσαρα ει δη τῶν οἰκείων τῆς Σιών. 131.17 ̔Ητοίμασα λύχνον τῷ Χριστῷ μου. ̓Εκεῖνος η ν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. 131.18 Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύ νην· ἐπὶ δὲ τὸν αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. ∆ιὸ καὶ ἐπ' αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα αὐτοῦ, περὶ ου φησιν ἐν ̔Ησαίᾳ· Καὶ α νθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ῳ ἀκολούθως τό· Τὰ α νθη τῆς γῆς ω φθη ἐν τῇ γῇ ἡμῶν, τῷ ει ναι α νθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξαν θουμένου ὑπὸ Κυρίου ἁγιάσματος. Τοῦτο γὰρ τὸ ἐξανθοῦν ἁγιάζει τοὺς προσπελάζον τας αὐτῷ· αὐτὸ ο ν τὸ α γιον τοῦ Θεοῦ καὶ α νθος, ω στ' α ν εἰπεῖν· ̓Εγὼ α νθος τοῦ πε δίου, καὶ κρῖνον τῶν κοιλάδων. ̓Επὰν ου ν αὐτὰ ποιῇ τὸ α νθος καὶ τὸ κρῖνον τοῦ πε δίου καὶ κρῖνον τῶν κοιλάδων, εἰκότως ὀφ θήσεται τὰ α νθη ἐν τῇ γῇ ἡμῶν, ἐξανατεί λαντος τοῦ Θεοῦ τὸ ἁγίασμα αὐτοῦ ἐπὶ τοὺς πεφωτισμένους καὶ νεάζοντας ει ναι ἐπὶ τὴν μακαρίαν καὶ πνευματικὴν ἑορτήν. 132.1 ̓Ιδοὺ δὴ τί καλὸν η τί τερπνὸν, ἀλλ' η τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό. Ου τοι κατοικοῦσι ἐπιτοαυτὸ, οἱ τὸ αὐτὸ ἐν Κυρίῳ φρονοῦντες. 132.2 ̔Ως μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖ νον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ ̓Ααρὼν, τὸ καταβαῖνον ἐπὶ ω αν τοῦ ἐνδύματος αὐ τοῦ. Εἰ τὸ ε νδυμα τῶν ἱερέων δικαιοσύνη ἐσ τὶν (οἱ ἱερεῖς σου γὰρ, φησὶν, ἐνδύσονται δι καιοσύνην), ἱερεὺς δὲ η ν ὁ ̓Ααρὼν, τὸ ε νδυ μα αὐτοῦ η ν α ρα δικαιοσύνη. ̓Επὶ ου ν τὸν τοιοῦτον πώγωνα καὶ τὸ ε νδυμα τὸ τοιοῦτον ε ρχεται τὸ οὐράνιον μύρον, ο ἐστιν γνῶσις ἡ τοῦ Θεοῦ. Μύρον ἐκκενωθὲν, ο νομά σου. – Τοῦτον τὸν πώγωνα φέρει ὁ καταντήσας εἰς α νδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πλη ρώματος τοῦ Χριστοῦ. 133.4 Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. ̓Εκ Σιὼν δὲ, φησὶν, ἐπειδὴ καὶ του νομα ποθεινὸν ὑπῆρχεν αὐτοῖς, ε νθα πάσης ἀ γιστείας ὑπόθεσις η ν· ει τα διδάσκει παντα χόθεν καλεῖν, λέγων· ̔Ο ποιήσας τὸν οὐρα νὸν καὶ τὴν γῆν. 134.5,6 Οτι ἐγὼ ε γνωκα ο τι μέγας ὁ Κύ ριος. Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Πάντα ο σα ἠθέλησεν ὁ Κύριος, ἐποίη σεν ἐν τῷ οὐρανῷ καὶ τῇ γῇ, ἐν τοῖς θαλάσ σαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Γνώσεως χρεία, πρὸς τὸ θεωρῆσαι τὴν με γαλειότητα τοῦ Κυρίου. –Συμμετρεῖ τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν· ἀγαπητὸν γὰρ αὐτοῖς γνῶναι Θεὸν, τέως ο τι πάντων ἀνώτατος, κατασκευάζοντα τὰ μέ γιστα δείκνυσι, λέγων· Πάντα ο σα ἐποίησεν ὁ Κύριος, καλά ἐστιν, α τε θελήματι Θεοῦ γεγενημένα. –Καὶ ἐν ταῖς ἀβύσσοις ἀλλη 129
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.