Fragmenta in Psalmos (Greek) Unit 32 opening
Unit 32.
Lemma-led open — γορικῶς λεγομέναις οἱ καταχθόνιοι δαίμο νες, πρὸς ου ς οὐ πεμφθῆναι ἐκάλουν τὸν Χριστὸν ἐν
Greek
γορικῶς λεγομέναις οἱ καταχθόνιοι δαίμο νες, πρὸς ου ς οὐ πεμφθῆναι ἐκάλουν τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις οἱ ἐπίγειοι δαί μονες. ̔Η δὲ τούτων τῶν κόσμων καὶ τῶν διαφόρων σωμάτων ἀκριβεστέρα γνῶσις ἐν τοῖς περὶ κρίσεως λόγοις ἀπόκειται. – Ιδε ἐξουσίαν μηδαμοῦ Κυρίῳ κωλυομένην· τὰς ἀβύσσους γὰρ ἐποίησε, τὰς ἐπάνω τοῦ οὐρα νοῦ καὶ ὑπάτω τῆς γῆς. 134.7 ̓Ανάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Οἱ τροπικῶς νῦν λεγόμενοι α νεμοι τοὺς τῆς ψυχῆς στάχυς ἐκ τῶν καλύκων προβάλ λουσιν, ι ν' οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀ γαλλιάσει θερίσωσιν. Αλλως. Ανεμός ἐστιν φύσις λογικὴ τὸν ἀπὸ πρακτικῆς ὑψω θέντα νοῦν ἐπὶ τὴν τῆς γνώσεως μεταφέρου σα τελειότητα. 134.12-14 Καὶ ε δωκε τὴν γῆν αὐτῶν κλη ρονομίαν, κληρονομίαν ̓Ισραὴλ λαῷ αὐτοῦ. Κύριε, τὸ ο νομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Οτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ. Τὸ δὲ συνεχὲς τοῦ λόγου τῇ δοξολογίᾳ διέκοψεν, ὡς καὶ γράφων τοῖς Γαλάταις ὁ Παῦλος. Εἰπὼν γάρ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου ̓Ιη σοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἐπήγαγεν· Ω ἡ δόξα εἰς τοὺς αἰῶνας. ̓Αμήν. Καὶ ἀλλαχοῦ· Ων ἡ υἱοθεσία καὶ δόξα καὶ ἡ λατρεία καὶ ἡ ἐπαγγε λία, ἐξ ω ν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ω ν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. ̓Αμήν. Καὶ νῦν ὁ προφήτης ἐννοή σας τήντε καθόλου πρόνοιαν καὶ τὰ συμ βάντα περὶ τὸν ̓Ισραὴλ, πυρωθεὶς ἀπὸ τῆς ἀφάτου φιλανθρωπίας, δοξολογεῖ τὸν Θεὸν, ὡς α ληκτον ε χοντα δόξαν. Περὶ δὲ τοῦ λαοῦ φησιν η ο τι δίκην αὐτὸν ἀπαιτήσει, καὶ παύ σεται μετὰ ταῦτα, η ο τι ἐκδικήσει μὲν τὸν λαὸν, ἐπ' αὐτῷ δὲ παρακληθήσεται, ο ν διὰ τὴν ἐκείνων ἀξίαν [οἰκτειρεῖ], ο που γὰρ πα ράκλησις, συγγνώμης χρεία καὶ φιλανθρω πίας καιρός. –Καθάπερ γὰρ ο τε κλῆρον πατρῷον τὴν ὑπ' ἐκείνων τῶν δυσσεβῶν βα σιλέων κατασχεθῆναι γῆν τοῦ ̓Ισραὴλ ε δω κεν ὁ τούτου Θεὸς, ἐστὶ βασιλεία τῶν οὐρα νῶν ἡ θεωρία τῶν γεγονότων· αυ τη δὲ κατὰ τὸν Κύριον ἐντὸς ἡμῶν ἐστι· τὰ δὲ ἐντὸς [ο τε] ὑπὸ δαιμόνων κεκράτηται, καλῶς λέ γονται οἱ ἀλλόφυλοι τὴν γῆν τῆς ἐπαγγελ λίας κατέχειν. 134.15-18 Τὰ ει δωλα τῶν ἐθνῶν ἀργύριον 134.15-18 καὶ χρυσίον, ε ργα χειρῶν ἀνθρώπων. Στόμα ε χουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ε χου σι, καὶ οὐκ ο ψονται. Ομοιοι αὐτοῖς γένων ται οἱ ποιοῦντες αὐτά. Ινα τὰς αἰσθήσεις ἀποβάλλωσι τὰς ψεκ τὰς καθ' α ς εἰσκινούμενοι τὰ ει δωλα θεοὺς ει ναι ὀνομάζουσι, καὶ ου τω θείαν ευ ρωσιν αι σθησιν· ου τω γὰρ πείθομαι καταρᾶσθαι τὸν α γιον ψαλμῳδόν. 134.21 Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κα τοικῶν ̔Ιερουσαλήμ. ̔Ο ἐν καθαρᾷ καρδίᾳ κατοικῶν, κατοικεῖ ἐν ̔Ιερουσαλήμ. 135.1-3 ̓Εξομολογεῖσθε τῷ Κυρίῳ. Ενθα οἱ βαπτιζόμενοι ὑπὸ ̓Ιωάννου ἐξω μολογοῦντο τὰς ἁμαρτίας αὑτῶν. 135.4 Τῷ ποιοῦντι (αλιας ποιήσαντι) θαυ μάσια μεγάλα μόνῳ. Καλῶς δὲ τῷ ποιοῦντι φησὶ, ἀλλ' οὐ ποιή σαντι· διηνεκῶς γὰρ ἐνεργεῖ τὰ θαυμάσια. Τῷ δὲ μόνῳ, πρὸς ἀντιδιαστολὴν τῶν δαι μόνων, ἀλλ' οὐ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ. 135.11 Καὶ ἐξαγαγόντι τὸν ̓Ισραὴλ ἐκ μέ σου αὐτῶν. ̔Ως ἀγνώμοσι δὲ τὰ ἐν Αἰγύπτῳ συνεχῶς περιστρέφεται, τὴν τούτων λήθην ἐκκόπ τοντα. 135.13,14 Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ... καὶ διαγαγόντι τὸν ̓Ισραὴλ διὰ μέσον αὐτῆς. Θείας δὲ δυνάμεως οὐ μόνον διαίρεσις, ἀλ λὰ τὸ θαῤῥῆσαι τὸν ̓Ισραὴλ ἐπὶ τῷ παραδό ξῳ καὶ μὴ πτοηθέντα φυγεῖν, κορυφουμένων ἑκατέρωθεν τῶν ὑδάτων· τὸ μηκέτι γενέσ θαι τὴν τῆς θαλάσσης διαίρεσιν, οὐ φύσεως ε ργον, ἀλλὰ θείαν δείκνυσι [δύναμιν] τοῦ καταποντισμοῦ καὶ τὴν ἀγανάκτησιν. 135.15 Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν.
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.