Unit 32 rem mid
Rem mid: Unit 32; lemma continues; spiritual reading with the letter.
Greek
ψαλμοῦ, η καὶ μὴ τυ πουμένου. Η τάχα ου τως· ἐναντίον ἀγγέ λων ψάλλει ὁ νοῶν 131 τὴν δύναμιν. –Κατὰ δὲ τὴν ἑτέραν ε κδοσιν [ἐναντίον θεῶν] θεοὺς τοὺς ἱερεῖς καλεῖ, κατὰ τό· Οὐ θεοὺς κακολογήσῃς. Καὶ περὶ ἀγγέλων δὲ λέγεται ἐν τῷ· Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ ἐκ στόματος αὐτοῦ ζητήσουσι δικαιοσύνην, ο τι α γγελος Κυρίου παντοκράτορός ἐστι. ∆η λοῖ τοίνυν ο τι προηγουμένων τῶν ἱερέων εὐ τάκτως σὺ λειτουργήσω. 137.5 Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ο τι μεγάλη ἡ δόξα Κυρίου. ̔Οδοὶ Κυρίου εἰσὶν αἱ ἀρεταὶ, φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. 137.6 Οτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπει νὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώ σκει. Τοὺς μὲν ταπεινοὺς ὁ Κύριος διὰ τῶν ἀ ρετῶν ἐφορᾷ, τοὺς δὲ κατὰ διάνοιαν ὑψη λοὺς διὰ τῆς σοφίας γινώσκει· τούτους γὰρ ἐφορᾶν καὶ γινώσκειν λέγεται ὁ Θεὸς, τοὺς ἐν οι ς χωρεῖ· καὶ τούτους μὴ ἐφορᾶν, μηδὲ γινώσκειν τοὺς ἐν οι ς οὐ χωρεῖ. Καὶ τοῦτο κα θόλου σημειωτέον ἐν πάσῃ τῇ θείᾳ γραφῇ. 137.7 ̓Εὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζή σεις με. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, πέρας δὲ τῆς ἐλπίδος ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ, η τις λέγεται ἡμῶν ει ναι ζωὴ, καθὼς γέγραπται· ̓Εὰν πορευθῶ κτλ. 138.2 Σὺ ε γνως τὴν καθέδραν μου καὶ τὴν ε γερσίν μου. Καθέδρα ἐστὶν ε ξις ἀρίστη λογικῆς ψυ χῆς, καθ' η ν δυσκίνητος γίνεται πρὸς κα κίαν· ε γερσίς ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγ μάτων ἐπὶ τὰ νοητὰ μετάβασις. Τῶν δὲ κα λῶς ἱδρυμένων ἡ καθέδρα γινώσκεται ὑπὸ Θεοῦ, οι ον τῶν ἀληθῶς πρεσβυτέρων καὶ τῶν καλῶς ἐγειρομένων ἐπὶ τὰ μετὰ τὸν βίον. 138.3 Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας. Τῶν καλῇ τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός. Τὸ δέ· ἐξιχνίασας, οὐ ζητοῦντός ἐστιν, οὐδὲ μὴν ἐ ρευνῶντος, ἀλλ' ἀκριβῶς ἐπισταμένου. 138.4 Καὶ πάσας τὰς ὁδούς μου προεῖ δες. ∆ιὰ τὸ προεῖδες, ἐπήγαγεν· 138.5 ̓Ιδοὺ, Κύριε, σὺ ε γνως πάντα τὰ ε σ χατα καὶ τὰ ἀρχαῖα· σὺ ε πλασάς με, καὶ ε θηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κα κίαν ει ναι ἐν τῷ μεταξύ· οὐ γὰρ η ν ἐν ἀρ χῇ, οὐδὲ ε σται πάλιν ἐν τέλει. – ̔Η ἐπί θεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖ σαν ἡμῖν τοῦ Πνεύματος δωρεὰν σημαίνει, ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χει ρῶν παρεῖχον Πνεῦμα α γιον. 138.7 Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; Οὐκ ε στι τόπος, ε νθα μὴ ε στιν γνῶσις ἡ τοῦ Θεοῦ, καὶ οἱ λόγοι τῶν γεγονότων· εἰ γὰρ τὰ σώματα διαφύγοι ὁ νοῦς, ἀλλ' εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται, ει τε καὶ τού τους παρέλθοι· τὴν γοῦν ἀσώματον οὐ δια φεύξεται φύσιν, ἀλλ' ἐν ἑαυτῇ ο ψεται τὸν δημιουργόν· εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσω μάτου φύσεως ὁ νοῦς ὑπερβαίη, ο ψεται πά λιν τὴν ἁγίαν τριάδα η τις γνῶσίς ἐστιν ἀπέ ραντος καὶ οὐσιώδης Σοφία. 138.11,12 Καὶ ει πα· Αρα σκότος κα ταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυ φῇ μου, ὡς τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ. Αλλως δὲ, σκότος ἐνταῦθα τὴν θλῖψιν καλεῖ, ὑφ' η ς, φησὶν, οὐ προσεδόκων διαφυ γεῖν, καταπατούσης με καὶ νικώσης· α θροον δὲ εἰς ἀγαθόν μοι τὰ δεινὰ μετεβλήθη· μᾶλ λον δὲ καὶ μενόντων, πολλῆς ἀπέλαυσα τῆς χρηστότητος· ἐν τοῖς γὰρ ἐναντίοις μᾶλλον δείκνυται τἀναντία, ὡς ἐν τῇ καμίνῳ δια συρίζουσα δρόσος καὶ ὡς φλὸξ α μα καὶ χά λαζα. Τὸ δέ· σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, παρὰ σοῦ, ἐξέδωκεν ε τερος· πάντα γάρ σοι ῥᾷστα βουλομένῳ μεταποιεῖν, ὡς τὴν νύκτα μηδὲν διαφέρειν ἡμέρας· μεταφορι κῶς δὲ ἀπὸ τῶν στοιχείων δείκνυσι τὴν ἐν θλίψεσιν α νεσιν, ὡς καὶ τοῖς ἐν ἀνέσει τυγ χάνει ο μοιον. ̓Ιωσὴφ γοῦν ἐν ἀτιμίᾳ τιμὴν ε σχε βασιλικήν. – Αρα σκότος κτλ. η τις ἐστὶ, φησὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐ τή σοι τῷ Θεῷ φανερὰ τυγχάνει· καθάπερ ἐμοὶ ζοφώδης ἡ νὺξ, ου τως ἐστίν σοι φωτει νή. 138.13 Οτι σὺ ἐκτήσω τοὺς νεφρούς μου. Ου τινος τοὺς νεφροὺς κτᾶται ὁ Κύριος, λεγέτω τό· Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπι θυμία μου. Νεφροὺς ει ναί φησι τοὺς φόβῳ πληκτομένους· λέγει ου ν· Οτι σὲ διαπαν τὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν ει χον ἀεὶ τὴν σὴν
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.