Fragmenta in Psalmos (Greek) · §u32-rem-close

Unit 32 rem close

Rem CLOSEOUT: Unit 32 CLOSEOUT.

Greek

κρίσιν. –Εἰκότως φησίν· Τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ καὶ ο τι κυόμενόν με ἡ 132 σὴ περιεφρούρει πρόνοια. –Τὸ δὲ ἐκ τήσω τοὺς νεφρούς μου, ο τι περ ὁ κτώμενος κήδεται, καὶ τῆς μήτρας ἐξελθὼν, εὐθέως τῆς σῆς προνοίας ἀπέλαυσα. Εἰ ἡ ἀγνοία ββ. ̔Ο σώφρων καὶ ἀγαμίᾳ σχολάζων ἐρεῖ· Σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε. ̔Η γὰρ καθαρότης κτῆμα Θεοῦ. Ει τα γνῶσιν τῶν ὑπ' αὐτοῦ γεγονότων καὶ παραδοξοποιουμέ νων λαβὼν, ἐρεῖ· 138.14 ̓Εξομολογήσομαι, ο τι φοβερῶς ἐ θαυμαστώθης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολο γίαν, τὴν ἐξομολόγησιν ἀναφθέγγεται. Θαυμάσια τὰ ε ργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα· οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ο ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς. Τὸ ἀκατέργαστόν μου ει δον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Τὸ δὲ σφόδρα, η τῷ γινώσκει, η τῷ θαυ μάσια συναπτέον. ̔Η δὲ τοῦ ὀστοῦ σύμμιξις, ἠγνοημένη τοῖς α λλοις, σοὶ καθέστηκε δήλη. Καὶ οἱ συγγραψάμενοι δὲ περὶ τῆς τῶν ζώων φύσεως καὶ γενέσεως, ἀκατάληπτον ει ναί φασι τὴν τοῦ αι ματος εἰς ὀστέα μεταβολὴν, τῶν σαρκῶν καὶ νεύρων ἀμηγέπη κατα λαμβανομένων, ὡς ε χουσιν. Καὶ ἐν ̓Εκκλη σιαστῇ δὲ λέγεται· ̔Ως ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, ου τως οὐ γνώσῃ ποιήματα τοῦ Θεοῦ. Οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ, οὐδὲ ἡ ψυχή μου ἐν ᾳ δου γεγενημένη, η τὸ σῶμα κατο ρυχθὲν καὶ εἰς γῆν διαλυθὲν, παρὰ σοῦ θεω ρεῖται. –Τὴν αἰτίαν τῆς παραβάσεως τοῦ προπάτορος ὁ μέγας ∆αυὶδ ἐν ψαλτηρίῳ ἀ νακρουόμενος, καὶ πρὸς συγγνώμην αὐτῆς τὸν δεσπότην ἐξιλεούμενος, καὶ τὴν α φευκτον τοῦ Θεοῦ γνῶσιν ἐσήμανεν, καὶ τὴν μετὰ τὸ πταῖσμα τοῦ ̓Αδὰμ εὐγνωμοσύνην ἐδήλωσεν· οὐκ ἐκρύβη τὸ ὀστοῦν μου, λέγων, ἀπὸ σοῦ, ο ἐποίησας. Οὐκ ἐκρύφη, οὐκ ε λαθέν σε, φη σὶ, τῆς γυναικός μου ὁ ο λισθος, η ν ἐκ τοῦ ὀσ τέου μου λεληθότως ἐποίησας, υ πνῳ βάρει εὐνάσας με· ἀλλ' ε γνως τὰ ἡμέτερα κρύ φια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. ̓Οσ τοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, η ν ἐποίησε μόνος ὁ Θεὸς, κακίας ἐκτός. Υστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέσ τιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ· ἀλλ' ο μως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ Κύριος, καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ βιβλίῳ κατέγραψεν. Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ῳ πέφυκε διὰ τῆς γνώ σεως γράφεσθαι νοῦς καθαρός. ̓Εν δὲ τού τῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας λόγοι καὶ κρίσεως, δι' ου βιβλίου γινώσκεται ὁ Θεὸς, ὡς δημιουργὸς καὶ σο φὸς καὶ προνοητὴς καὶ κριτής· δημιουργὸς μὲν, διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ο ντος εἰς τὸ ει ναι· σοφὸς δὲ, διὰ τοὺς ἀποκειμένους λόγους αὐτοῖς· προνοητὴς δὲ, διὰ τὰ συντε λοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κρι τὴς δὲ πάλιν, διὰ τὸ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τοὺς περιέχοντας τοὺς αἰῶνας. Καὶ πάσας τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας, εὐρύθμως καὶ εὐπλάστως αὐτοῖς διήγαγεν, ὡς μηδεμίαν ἡ μέραν αὐτοὺς α τοπον η α πλαστον ἐσχηκέ ναι. Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς η δη τε λεσθὲν καθορᾷς, καὶ τούς τε μήπω τεχθέν τας ὡς η δη τεχθέντας ἐπίστασαι. ∆ύναται δὲ νοεῖσθαι διχῶς τὸ [ἀκατέργαστόν μου, η τὸ] α κακον καὶ ἀπόνηρον καὶ ἀνεξέργαστόν μου ε ργον, η περίνοιαν ὀφείλεται λέγειν, ὡς τό· Ει δοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, καὶ οὐκ ε στι, φησὶν, ο μὴ συνίεις, η λανθάνει σε· ἀλλὰ καὶ τὰ μέλλοντα γινώσκεις, καὶ τὸ α κακόν μου οι δας, ο πως ἀγνοίᾳ ἠπάτημαι, καὶ τῷ ἀλήστῳ τῆς μνήμης σου πάντες οἱ λογισμοί μου ἐνσημαίνονται. 138.17 ̓Εμοὶ δὲ λίαν ἐπετιμήθησαν οἱ φί λοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρ χαὶ αὐτῶν. Ομοιον τό· ̔Ο δεχόμενος προφήτην εἰς ο νομα προφήτου, μισθὸν προφήτου δέχεται. Οἱ φίλοι σου λίαν ἐκραταιώθησαν, ἀνθ' ω ν με παρήγαγες· οὐκ ο ντα καὶ γεγονότα δια κρατεῖς, τοὺς σοὺς φίλους τιμῶ. 138.20 Οτι ἐρισταί ἐστε εἰς διαλογισμὸν, λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. ̓Εὰν γὰρ, φησὶν, ἐριστικοί τινες καὶ σο φισταὶ διώκοιεν ἡμᾶς, συναναρπάζοντες ε ν τινι ῥητῷ τῆς γραφῆς, ο περ ει ρηται· πρὸς ἑτέραν 133

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.