Fragmenta in Psalmos (Greek) Unit 34 opening
Unit 34.
Lemma-led open — ῥᾴδιον τοὺς συνηγμένους ἐκ τεῖναι δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα, ου τω σοὶ εὐπετὲς ἐν ε
Greek
ῥᾴδιον τοὺς συνηγμένους ἐκ τεῖναι δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα, ου τω σοὶ εὐπετὲς ἐν εὐκαιρίᾳ παρασχεῖν τῶν ἀγαθῶν τὴν φοράν. –Εἰ δὲ τὰ ε ργα αὐτοῦ διαρκεῖ, πόσῳ μᾶλλον αὐτὸς διαρκῆσαι καὶ δυνατός; 144.20 Φυλάσσει Κύριος πάντας τοὺς ἀ γαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτω λοὺς ἐξολεθρεύσει. Φυλάσσων ὁ Κύριος τοὺς ἀγαπῶντας αὐ τὸν, ὁ πονηρὸς κατ' οὐδὲν α ψεται αὐτῶν. 145.4 ̓Εξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Ου ἐξέρχεται τὸ πνεῦμα μετὰ τοῦτο, ἐ πιστρέφοντος εἰς τὴν γῆν αὐτοῦ, τούτου εὐ θέως ἀπολοῦται πάντες οἱ διαλογισμοὶ, διότι ἐν λήθῃ πάντων γενόμενος τῶν ἐν οι ς γεν νᾶται. 145.8 Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμέ νους. ... Ιστησι γὰρ τὸν νοῦν τὰ πράγματα διὰ τῶν ἐν πάθει νοημάτων, καθάπερ καὶ τὸ υ δωρ τὸν διψῶντα διὰ τῆς δίψης, καὶ τὸν πει νῶντα ὁ α ρτος διὰ τῆς πείνης. Τί ου ν πρὸς ταῦτα ὁ ἰατρὸς τῶν ψυχῶν; ου τε τὰ πράγ ματα διαφθείρει (αὐτὸς γὰρ αὐτῶν ἐστι δη μιουργὸς), ου τε τὸν νοῦν μὴ νοεῖν αὐτὰ κα ταναγκάζει. Τοῦ γὰρ ὑπ' αὐτοῦ νοεῖσθαι ε νεκεν, γέγονεν· ἀλλὰ διὰ τῆς πνευματικῆς διδασκαλίας καὶ τῶν ἐντολῶν ἀνατρέψας τὰ πάθη, α περ ε τερά ἐστι τῶν νοημάτων καὶ τῶν πραγμάτων ἀφ' ἡμῶν ε χοντα τὰς ἀρ χὰς, ἐλεύθερον ἀφῆκε τὸν νοῦν τῶν δεσμῶν καὶ τοῦτ' α ν ει η τό· Κύριος λύει πεπεδημέ νους. 146.1 Αἰνεῖτε τὸν Κύριον, ο τι ἀγαθὸν ψαλ μός. Ετερος δὲ περὶ τῆς ἐπανόδου τὸν πα ρόντα λέγει ψαλμὸν, διὸ ἐπάγει· Αἰνεῖτε τὸν Κύριον, ο τι ἀγαθὸς ψαλμός. 146.4 ̔Ο ἀριθμῶν πλήθη α στρων, καὶ πᾶ σιν αὐτοῖς ὀνόματα καλῶν. Ταῦτα νομίζει, ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Πάντας αὐτοὺς κατ' ο νομα καλέσει, τουτέσ τιν οὐδεὶς αὐτῶν ἀπολεῖται, ἀλλ' ω σπερ οι κατ' ο νομα καλοῦνται, μετ' ἀκριβείας πάν τας συνάξει. – ̓Επειδὴ μέγα τὸ ἐπάγγελμα τοῦ πανταχοῦ τῆς οἰκουμένης διεσπαρμένους συναγαγεῖν, πρὸς τὸν ἀπιστοῦντα, τὸν ̓Ιου δαῖόν φησιν. Μὴ ζήτει πῶς καὶ τίνι τρόπῳ· δυνατὸς γάρ ἐστι καὶ συνετὸς καὶ φιλάνθρω πος. 146.9 Καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐ τῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ζητήσεις μήποτε συνεκδοχικῶς διὰ τῶν κοράκων πᾶσαν τῶν πτηνῶν τὴν φύσιν ση μαίνει ὡς ἐπικαλουμένην Θεόν. Η κόρακας νῦν λέγει φύσεις λογικὰς νοητῶς τρέφειν δικαίους πεπιστευμένας καὶ κολάζειν ἀδί κους προστασσομένας, ει περ τοῦ μὲν κατα γελῶντος πατρὸς καὶ ἀτιμάζοντος γῆρας μητρὸς, ἐκκόπτουσι κόρακες τοὺς ὀφθαλ μοὺς ἐκ τῶν φαράγγων. Τῷ δὲ ̔Ηλίᾳ α ρτον κομίζουσι τὸ πρωῒ καὶ κρέα τὸ δείλης ... 146.10 Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ι ππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Ματαία, φησὶ, δύναμις ἀνθρώπου καὶ τά χος ποδῶν. Φόβος γὰρ Κυρίου προστίθησι γνῶσιν καὶ ἀγάπην, καὶ ἀγάπη ἐλπίδα, καὶ ἐλπὶς δωρεῖται ε λεον. 147.1 ̓Αλληλούια. ̓Αγγαίου καὶ Ζαχαρίου. ̓Επαίνει, ̔Ιερουσαλὴμ, τὸν Κύριον, αι νει τὸν Θεόν σου, Σιών. ̓Εν τῷ πρὸ τούτου λόγῳ ᾠκοδομεῖτο ̔Ιε ρουσαλὴμ ὑπὸ Κυρίου, καὶ τοῦ ̓Ισραὴλ αἱ διασποραὶ ἐπισυνήπτοντο. Πρὸς τούτῳ δὲ καὶ αἱ συντετριμμέναι καρδίαι οὐδέπω η σαν τε θεραπευμέναι· διὰ τοῦτο οὐκ ἠδύνατο ̔Ιε ρουσαλὴμ αἰνεῖν
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.