Fragmenta in Psalmos (Greek) · §u33-rem-close

Unit 33 rem close

Rem CLOSEOUT: Unit 33 CLOSEOUT.

Greek

136 ἀλ λὰ τὸ ἐπικαλεῖσθαι Κύριον τὸν Θεὸν αὐτοῦ. 144.2 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ο νομά σου [εἰς τὸν αἰῶνα]. ̓Ακόλουθα δὲ ταῦτα τοῖς προλαβοῦσιν, ει πε γάρ· Εὐλογήσω καὶ ὑψώσω σε, δεικ νύσας ὡς οὐδὲν αὐτῷ προτίθησιν ἡ παρ' ἡ μῶν εὐφημία, ἑαυτοὺς δὲ λαμπρύνομεν, ἐὰν αὐτῷ τὸν αι νον προσάγωμεν. 144.3 Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ε στι πέρας. Πάντων μὲν ἡ θεωρία τῶν γεγονότων πε περάτωται· μόνης δὲ τῆς ἁγίας Τριάδος ἡ γνῶσίς ἐστιν ἀπέραντος· οὐσιώδης γάρ ἐσ τιν ἡ σοφία. 144.46 Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ε ρ γα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁ γιοσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φο βερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσομαι αὐτήν. Λέγει καὶ Θεοδωτίων γενεὰν καὶ γενεὰν, τοὺς δύο λαούς· ου τω δὲ καὶ ἐπαίνει τὰ ε ρ γα αὐτοῦ, ὡς καὶ τὸν ποιητὴν ἑωρακέναι, θείῳ βλέμματι, ο τι πάντα καλὰ λίαν. – Σύνηθες δὲ αὐτῷ λέγοντι τοῦ Θεοῦ τὴν με γαλωσύνην, εἰς τὴν δι' ε ργων ἀπόδειξιν χω ρεῖν. Πρακτικοὶ δὲ ἐροῦσι καὶ μετ' ὀρθοῦ φρονήματος, οι ον· Εστι φοβερὸν τὸ ἐμπε σεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, καὶ τό· ̓Αλα λάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ο τι Κύριος υ ψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ταῦτα γὰρ δι' αὐτοῦ τοῦ φοβεῖσθαι καὶ σέβας ε χειν Θεοῦ· διηγήσονται δὲ καὶ ὡς πέρας μὴ ε χουσαν αὐτοῦ τὴν με γαλωσύνην, οὐ περιγράψαντες γνώσει, ἀλλ' ὡς ου σαν ἀκατάληπτον. Μόνος γὰρ ὁ Υἱὸς γινώσκει τὸν Πατέρα καὶ ὁ Πατὴρ τὸν Υἱόν· εἰ δὲ καὶ ἀποκαλύπτει τὸν Πατέρα οι ς βούλε ται, ἀλλ' ου ν ὡς ἐφικτὸν γεννητοῖς ἰδεῖν κατ' ἀναλογίαν, η τις ε χει προπαρασκευήν. Αλ λως δὲ, θαυμάσιά φησι, τὰ ἐπ' εὐεργεσίᾳ τι νῶν γενόμενα θαύματα· φοβερῶν δὲ δύναμιν τὰ ἐπὶ τῇ τιμωρίᾳ συμβαίνοντα, οι ον ἐμάσ τιξεν Αἰγυπτίους, καὶ ἐν ἐρήμῳ τὸν λαὸν εὐηργέτησε, εἰ καὶ παραδόξως ἑκάτερον. 144.9 Χρηστὸς Κύριος τοῖς ὑπομένουσι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ε ργα αὐ τοῦ. ̔Ορᾷς ο πως ε δειξεν ο τι χρηστός ἐστι τοῖς σύμπασιν κατὰ τὸ ἐν εὐαγγελίοις, ο τι ἀνα τέλλει τὸν η λιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 144.10 ̓Εξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ε ργα σου, καὶ οἱ ο σιοί σου εὐλο γησάτωσαν. Νῦν ε ργα τὰς φύσεις τὰς λογικὰς λέγει· αὐταὶ γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δὲ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀ πὸ τῆς λοιπῆς κτίσεως τῆς σωματικῆς, Θεὸς α ν ει δειεν καὶ οἱ τούτου φίλοι. 144.13 ̔Η βασιλεία σου, βασιλεία πάντων αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γε νεᾷ καὶ γενεᾷ .. Πιστὸς Κύριος ἐν τοῖς λό γοις αὐτοῦ, καὶ ο σιος ἐν πᾶσι τοῖς ε ργοις αὐ τοῦ. Εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἡ θεωρία τῶν γε γονότων καὶ γενησομένων αἰώνων ἐστὶ, κα λῶς ει ρηται ἡ βασιλεία σου, βασιλεία πάν των τῶν αἰώνων. ̓Ωβέλισται δὲ τό· ̔Η βασιλεία σου, βασι λεία πάντων τῶν αἰώνων. Πλὴν καὶ τοῦτο ἰστέον, ο τι γενεὰ καὶ γενεὰ ἐν τοῖς αἰῶσιν λέγεται, τῶν μὲν διδασκόντων, τῶν δὲ μαν θανόντων· ἐν δὲ τῇ ἁγίᾳ Τριάδι γενεὰ καὶ γενεὰ οὐ ῥηθήσεται. Πάντων δὲ γεγονότων ἐν Θεῷ ε ν, κατὰ τὴν προσευχὴν τοῦ Χρισ τοῦ λέγουσαν· ∆ὸς αὐτοῖς, ι να καὶ αὐτοὶ ἐν ἡμῖν ε ν ω σιν, καθὼς ἐγὼ καὶ σὺ ἐσμὲν ε ν, Πάτερ. –Γενεὰ καὶ γενεά· αυ τη ἡ γενεὰ ἐκ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν γενομένων συνίσταται. –Τὴν ἐξ ἀμφοτέρων τῶν λαῶν ἐκκλησίαν φησὶν, ε ργα δὲ αὐτοῦ α πεποίη ται ἐν τῇ οἰκονομίᾳ. ∆οξάσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, ὁ διδάξας με γνῶσιν. 144.15 Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. ̓Ιατρὸς τῶν ψυχῶν ὁ Χριστὸς ἐν εὐκαι ρίᾳ δίδωσιν αὐτοῖς τὴν τροφήν. Χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ, λύων τὸ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος λεγόμενον· Τί ἐμοὶ καὶ σοὶ, γῦναι; Καὶ ου πως η κει ἡ ω ρα μου. Καὶ γὰρ καιρὸν σημείων οὐχ η κειν ε φασκεν, ει περ τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἀπιστία γὰρ μετὰ τὸ κήρυγ μα ει ωθε γίνεσθαι, κηρύσσειν δὲ ου πω ὁ Κύ ριος η ρξατο τὴν βασιλείαν οὐρανῶν. – Α μα τε γὰρ βούλει, καὶ ἀπολαύει τῶν παρὰ σοῦ χορηγουμένων ε καστος ἀγαθῶν. Καθά περ γὰρ ἡμῖν 137

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.