Unit 34 rem close
Rem CLOSEOUT: Unit 34 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ὑπερβολὴν μεγάλῳ ἀναφέρειν υ μνον, ανθρωπον οντα. 150.3-5 Αἰνεῖτε αὐτὸν ἐν η χῳ σάλπιγγος. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ, καὶ κιθάρᾳ, αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χόρδαις καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνέσατο τὸν Κύριον. Εστι δὲ καὶ ἑορτὴ, ψαλτήριον δὲ καὶ κιθάρα πνεῦμα καὶ ψυχὴ νεκρωθεῖσα μέλεσι τοῖς ἐπὶ γῆς, καὶ πολλοῖς καὶ πνεύματι ἑνὶ, καὶ ψυχῇ μιᾷ, καὶ αὐτῷ νοῒ, καὶ τῇ αὐτῇ γνώμῃ· κα ν πολλοὶ δὲ ω σι μὴ συμφωνοῦντες, οὐκ εἰσὶ χορός. –Καὶ ὁ μὲν γλώσσαις τῶν ἀνθρώπων η τῶν ἀγγέλων λαλῶν, ἀγάπην δὲ μὴ ε χων, χαλκός ἐστιν ἠχῶν η κύμβαλον ἀλαλάζον. ̔Ο δὲ πρὸς ταῖς εἰρημέναις γλώσσαις, ἀγάπην ε χων, κύμβαλόν ἐστιν ευ ηχον, διὰ τὴν καλὸν ἠχοῦσαν ἀγάπην, η διὰ τὴν γλῶσσαν ὑπὸ ἀγάπης τρανουμένην, μάλιστα ο τε καὶ διερμηνεύει, καὶ τάχα οὐ πάντως τὸ ἀλαλάζον κύμβαλον καὶ ἀλαλαγμοῦ ἐστι· τὸ γὰρ τοῦ ἀλαλαγμοῦ τῷ κυρίῳ ἀλαλάζει, τὸ δὲ τέλος δηλοῦται διὰ τοῦ τελευταίου στίχου. Κατά τινα τῆς Γραφῆς συνήθειαν εὐκτικῶς εἰρημένον, ὡς τό· ̔Αγιασθήτω τὸ ο νομά σου· ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ· ἁγιασθείη καὶ ε λθοι. Καὶ ἐν ψαλμοῖς μυρία ἐστὶ τοιαῦτα, ὁποῖον τὸ γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. Τοῦτο δέ φαμεν, εἰδότες καὶ ἀλλαχοῦ τηρεῖσθαι τὰ τοιαῦτα προστακτικῶς ἐν τῷ· Γενηθήτω φῶς καὶ τοῖς ὁμοίοις. ̔Ο δὲ θέλων εὐφήμως καὶ ταῦτα φάσκειν ει ναι εὐκτικὰ, ἐρεῖ τοῦ σωτῆρος ει ναι πρὸς τὸν Πατέρα εὐχὰς περὶ τῆς κοσμοποιΐας. ̓Αλλὰ πῶς ὑγιῶς ε σται τό· Αὐτὸς ει πε, καὶ ἐγεννήθη· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη; Τηρητέον δὲ ο τι τὰ πρῶτα εἰπών· αἰνεῖτε, ὡς πρὸς η δη δυνάμε να ποιῆσαι τὸ προστασσόμενον, τὸ τελευταῖόν φησιν αἰνέσατε· καὶ γὰρ τὰ μὲν τὸν ἐνεστῶτα σημαίνει χρόνον, τὰ δὲ τὸν μέλλοντα, εἰ καὶ ὁ καλούμενος προστακτικῶς δηλοῦται ἐκ τῶν προτέρων καὶ ὁ λεγόμενος ἀόριστος ἐκ τοῦ τελευταίου. –Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη καὶ διὰ πάσης πράξεως αἰνοῦσα Θεόν. – Εν κύμβαλόν ἐστιν υ μνος εὐκόσμιος τῶν ἀγγέλων, ε τερον ἡ λογικὴ τῶν ἀνθρώπων φύσις, ω ς φησιν ὁ μέγας ἀπόστολος, ο τι πᾶσα γλῶσσα ἐξομολογήσεται ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ο τι Κύριος ̓Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ μέλος ἐπινίκιον ᾳ σει, κυμβάλων δίκην, ὁ τούτων [αἰτῶν] τὴν ὑμνῳδίαν, τοῦ πολεμίου εἰς ἀφανισμὸν γενομένου. ̔Ως γὰρ ὁ παντελὴς ἀφανισμὸς ἀδιάλειπτος, ὁ πρὸς τὸν Θεὸν αι νος εἰσαχθήσεται· ἐπειδὴ γὰρ οὐχ ὡραῖος αι νος ἐν στόματι ἁμαρτωλοῦ. ̔Αμαρτωλὸς τότε οὐκ ε σται, ἁμαρτίας οὐκ ου σης. 140
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.