Fragmenta in Psalmos (Greek) · §u34-rem-mid

Unit 34 rem mid

Rem mid: Unit 34; lemma continues; spiritual reading with the letter.

Greek

κυριότητας καὶ ἐξουσίας. 148.12 Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ο νομα Κυρίου. Ετερος ει πεν· ̔Οσάκις μέμνηται νεανίσκων ἡ γραφὴ καὶ παρθένων, τοὺς ἐν ἀγνοίᾳ σημαίνει, τὸ ἀδιάφθορον ε χοντας· τοὺς δὲ νεωτέρους διαβεβλημμένους ο ντας τοῖς πρεσβυτέροις συνάπτει, ὡς α ν ἐξ αὐτῶν σωφρονίζοιντο. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ονομα Κυρίου. 148.13,14 Οτι ὑψώθη τὸ ο νομα αὐτοῦ μόνου, ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Υμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς ̓Ισραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. ̔Η ἐξομολόγησις αὐτοῦ τοῖς υἱοῖς ̓Ισραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. –Πολλάκις ει ρηται πῶς ὑψοῦται καὶ ἁγιάζεται καὶ μεγαλύνεται τὸ ο νομα Κυρίου. Αἰνετέον ἐπεὶ συγκεκλήρωται αὐτῷ τὸ υ ψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ δὲ μόνου πρὸς τοὺς οὐκ ο ντας ἀντιδιαστέλλει θεούς. ̔Ως δὲ ἀρχόμενος ἀπὸ τοῦ οὐρανοῦ καταβέβηκεν εἰς τὴν γῆν, ου τω νῦν ἀπὸ γῆς ἐπὶ τὸν οὐρανὸν ἀνατρέχει. Οὐ παύονται γὰρ, φησὶν, αἱ α νω δυνάμεις εὐχαρίστως ἀνυμνοῦσαι τὸν αι τιον· ἀλλ' ο μως ὁ τοσοῦτος Θεὸς οὐκ ἀπηξίωται λαὸν ι διον ἡμᾶς ὀνομάσαι τε καὶ ὑψοῦσαι, περιφανεῖς ποιήσας ἀγαθότητι μόνῃ, καὶ οὐ τῆς παρ' ἡμῶν θεραπείας ὁ τηλικοῦτος δεόμενος· ι να δὲ μὴ ῥᾳθυμήσωσι λαοὶ ἀκούοντες, τοῖς ὁσίοις προσεῖπεν καὶ τὸ ἐγγίζοντι πάλιν ἐπέθηκεν· οὐκέτι γὰρ αὐτὸν μόνα ὑμνεῖ τὰ οὐράνια, ἀλλ' ἐπληρώθη σύμπασα γῆ γνῶναι τὸν Κύριον, ὡς υ δωρ πολὺ κατακαλύψαν θαλάσσας. 149.8 Τοῦ δῆσαι βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. ̔Ο συμβιβάζων διδασκάλους ἑτεροδόξων, καὶ τοὺς ἐκείνοις δοκοῦντας διὰ νομιζομένην ἱκανότητα ἐνδόξους, [δήσει] τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, ι να μὴ προβαίνωσι τὸν λόγον ἑαυτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ι να μηκέτι κρατῶσι τῶν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατουμένων. 150.1,2 Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν τῷ στερεώματι δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν τῷ στερεώματι αὐτοῦ, οἱ ο ντες ἐν στερεώματι αὐτοῦ· οὐ γὰρ παύεται 139 συνεχῶς κοινωνοὺς λαμβάνειν τὰς α νω δυνάμεις τῆς εὐφημίας. Αλλος φησί· διὰ τῶν δυναστειῶν αὐτοῦ. Τί δέ ἐστιν ο λέγει· ̔Υμμνεῖτε αὐτὸν διὰ τὰς δυναστείας αὐτοῦ; διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν αὐτοῦ. Πῶς δὲ δυνατὸν ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγαλωσύνης αὐτοῦ εἰσάγειν αι νον; ἀλλ' οὐ λέγει ἀντίῤῥοπον· ἀλλ' ο σον δυνατὸν ἐκτείνειν ἐννοοῦντα τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι, υ μνον ἀνάφερε· οι ον εἰκὸς τοσούτῳ μεγάλῳ καὶ μεθ'

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.