Unit 1 rem early
Rem early: Unit 1; Pauline lemma and Origen’s theoria.
Greek
ἀνθυποφέρῃ πρὸς ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· φήσομεν ὅτι δυνατὸν μὲν μὴ γενέσθαι· οὐχὶ δέ, εἰ δυνατὸν μὴ γενέσθαι, ἀνάγκη μὴ γενέσθαι ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν τόπος, ἵνα ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοῆσαι, πῶς καὶ μέχρι τῶν τυχόντων οὐκ ἐμποδίζεται τὸ εἶναί τι εἰς πολλὰ δυνατόν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνω σμένου τε οὑτωσί, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης δὲ ἔσται, ἀλλ' ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι ἔσται τὸ οὐ στοχαστικῶς εἰρημένον ἀλλ' ἀληθῶς προεγνωσμένον. μὴ νομιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθε ιν σεσιωπηκέναι ὡς θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος οἴδαμεν δὲ ὅτι τοῖ ἀγαπῶ ι τὸν θεὸν πάντα υνεργεῖ εἰ ἀγαθόν, τοῖ κατὰ πρόθε ιν κλητοῖ οὖ ιν. ἀλλὰ προσεχέτω ὅτι τοῦ κατὰ πρόθεσιν εἶναι κλητοὺς τὴν αἰτίαν καὶ ὁ ἀπόστολος ἀποδέδωκεν εὐθέως, εἰπὼν ὅτι οὓ προέγνω, καὶ προώρι εν υμμόρφου τῆ εἰκόνο τοῦ υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ θεοῦ ἢ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ τοῦ ἐφ' ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως τὸ οἴδαμεν δὲ ὅτι τοῖ ἀγαπῶ ι τὸν θεὸν πάντα υνεργεῖ εἰ ἀγαθόν. σχεδὸν γὰρ εἶπεν ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοί εἰσι συνεργίας οἱ ἀγαπῶντες τὸν θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινάσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ' ὑπόθεσιν εἶναί τινα ἐφ' ἡμῖν· καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ' ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ' ἡμῖν, ἆρα ὁ θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ' ἡμῖν, ἢ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντός ἐστι τὸν ἐπὶ πᾶσι νοῦν καὶ τὴν μεγαλωσύνην τοῦ θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτούς, ἆρα τὸ ἐγνωκέναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα, διδομένου τοῦ εἶναι τὸ ἐφ' ἡμῖν; ἢ ἐπεὶ ἔσται προέγνω, καὶ οὐδαμῶς ἐστὶν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ; δυνατὸν οὖν ἦν τῶνδέ τινων ἀπαντησάντων μὴ τόδε ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον. τούτων οὖν καὶ τοιούτων ἂν λεχθησομένων, σώζεται καὶ τὸ εὖγε, ἀγαθὲ δοῦλε καὶ πι τέ· ἐπὶ ὀλίγα ἦ πι τό , ἐπὶ πολλῶν ε κατα τή ω· εἴ ελθε εἰ τὴν χάριν τοῦ κυρίου ου· καὶ πᾶς ἔπαινος. σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ἔδει ε βαλεῖν τὸ ἀργύριόν μου εἰ τράπεζαν. οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν δεῦτε πρό με οἱ εὐλογημένοι τοῦ πατρό μου, κληρονομή ατε τὴν ἡτοιμα μένην ὑμῖν βα ιλείαν ἀπὸ καταβολῆ κό μου· ὅτι ἐπείνα α, καὶ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς· πρὸς δὲ τοὺς ἐξ εὐωνύμων πορεύε θε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰ τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμα μένον τῷ διαβόλῳ καὶ τοῖ ἀγγέλοι αὐτοῦ· ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ τὸ ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ καὶ τὸ ὁ ἀφορί α με ἐκ κοιλία μητρό μου ἀνάγκην τινὰ περιεῖχε, πῶς ἂν εὐλόγως ἔφασκε τὸ ὑποπιάζω μου τὸ ῶμα καὶ δουλαγωγῶ, μήπω ἄλλοι κηρύξα αὐτὸ ἀδό κιμο γένωμαι καὶ τὸ οὐαὶ γάρ μοί ἐ τιν ἐὰν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἦν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρός, καὶ ἀφώρισεν αὐτὸν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τὴν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοι λίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν κόποι ἔσται περι οτέρω , ἐν φυλακαῖ περι ευόντω , ἐν πληγαῖ ὑπερβαλλόντω , ἐν θανάτοι πολλάκι · ὑπὸ Ἰουδαίων πεντάκι τε αράκοντα παρὰ μίαν λήψεται, τρὶ ῥαβδι θή εται, ἅπαξ λιθα θή εται· καὶ τάδε τινὰ πείσεται
About this text
Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.