Commentary on Romans (Greek Catena) · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.

Greek

καυχώμενο ἐν ταῖ θλίψε ι καὶ εἰδὼ ὅτι ἡ θλίψι ὑπομονὴν κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἦν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον θεοῦ οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ ψαλμοῦ ῥητὸν οὐκ ἦν εὔκαιρον, παρεκβατικὸν γὰρ ἦν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν ψαλμὸν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ ἀφωρισμένος. 2 i 9–11 μάρτυς γάρ μου ἐστὶν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴπως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς. ἔστι δὲ καὶ χωρὶς θελήματος θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸν Βαλὰκ καταρασόμενος μισθοῦ τὸν Ἰσραήλ· οἶμαι δὲ ὅτι καὶ πᾶς ἐθνικός, ἢ ὁπώσποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι θεοῦ εὐοδοῦται γίνεσθαι πρὸς οὓς γίνεται, εἰ καὶ εὐοδοῦταί ποτε· ἐ τὶ γὰρ φησὶν ἡ γραφὴ ἐν κακοῖ εὐοδία ἀνδρό . 3 11, 12 ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ὡς ὄντος δὲ χαρίσματος μὴ πνευματικοῦ ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται· ἔστι γάρ τινα χαρίσματα, οὐ πνευματικά, ὡς καὶ ὁ γάμος· τὸ γὰρ πνευματικὸν οὐκ ἄν ποτε ἐμποδίσαι προ ευχῇ· ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος δηλοῖ ὁ ἀπόστολος φήσας θέλω πάντα ἀνθρώπου εἶναι ὡ καὶ ἐμαυτόν, ἀλλ' ἕκα το ἴδιον ἔχει χάρι μα ἐκ θεοῦ· ὃ μὲν οὕτω , ὃ δὲ οὕτω . 4 i 13–15 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις· σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί, οὕτως τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. [ἔστιν δὲ ἐνταῦθα καθ' ὑπερβατόν, ὃ ἐὰν μὴ τηρηθῇ μάχεται τῇ ἀκολουθίᾳ· τίς γὰρ ἂν εἴποι διὰ τοῦτο κεκωλύσθαι ἐλθεῖν πρὸς τοὺς Ῥωμαίους τὸν Παῦλον ἵνα καρπὸν ἔχῃς; τοὐναντίον γάρ, εἰ μὴ ἐκωλύθη καρπὸν εἶχεν, κωλυόμενος δὲ ἀπεστερεῖτο τοῦ καρποῦ· πῶς οὖν ἀναγνωστέον; πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί οὖν ἠναγκάσθη τὸ ὑπερβατὸν θεῖναι; ἐπειδὴ τῷ ἵνα καρπόν τινα ἔχω ἔμελλε συνάπτειν πολλά (οἷον τὸ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ τὰ ἀκόλουθα) ἵνα μὴ διακόψῃ τῇ συνεχείᾳ, παρενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τῷ προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν ἔχω, καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν.] 5 i 18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. ἔοικε δὲ λέγεσθαι ὀργὴ καὶ ὁ διάκονος τῶν ἐπὶ τοῖς ἡμαρτημένοις πόνων καὶ οἱ ὑπ' αὐτὸν τῶν αὐτῶν ὑπηρέται καὶ λειτουργοί, ὡς ὅτε προ ετέθη ἐκκαῆναι ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ Ἰ ραήλ, ὅτε ἀνα ει θεὶ ὑπ' αὐτῆς ∆αυεὶδ ἐκέλευσε τῷ Ἰωὰβ ἀριθμῆ αι τὸν λαόν· τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέ τειλεν εἰ αὐτοὺ θυμὸν ὀργῆ , θλίψιν καὶ ὀργήν, ἀπο τολὴν δι' ἀγγέλων πονηρῶν. ὅτε δ', αὐτοὶ οἱ δι' ἁμαρτίας πόνοι· οὕτω γὰρ ἀκούω τοῦ κατὰ τὴν κληρότητά ου καὶ ἀμεταμέλητον καρδίαν θη αυρίζει εαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆ , καὶ τοῦ ἔφθακεν δὲ εἰ αὐτοὺ ἡ ὀργὴ εἰ τέλο . πρὸς τούτοις ἐπίσκεψαι εἰ τὰ μὲν συμβαίνοντα τοῖς δικαίοις, πειράζοντος αὐτοὺς τοῦ πονηροῦ, ὀργὴ μὲν ἐστὶν οὔτε δὲ θεοῦ οὔτε ἀπ' οὐρανοῦ, ἀλλὰ κάτωθέν ποθεν ἢ τοῦ διαβόλου ἤ τινος τῶν ἀγγέλων αὐτοῦ· τούτοις δέ τις οὐκ ἀπιθάνως ἀνθυποίσει τὸ εἶναι ἡμῖν τὴν πάλην πρὸ τὰ πνευματικὰ τῆ πονηρία ἐν τοῖ ἐπουρανίοι · καὶ γὰρ ταῦτα δόξει ὀργιζόμενα τοῖς ἁγίοις παλαίειν καὶ ἐπάγειν αὐτοῖς ἀπ' οὐρανοῦ ὀργήν. μήποτε οὖν ἐστί τις ἀπ' οὐρανοῦ ὀργὴ καὶ

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.