Commentary on Romans (Greek Catena) · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

ἐκκλείεται δὲ ἡ ἐκ πίστεως καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶ θαι εἰ μὴ ἐν τῷ ταυρῷ τοῦ κυρίου ἡμῶν Ἰη οῦ Χρι τοῦ, δι' οὗ ἐμοὶ κό μο ἐ ταύρωται κἀγὼ τῷ κό μῳ· μονονουχὶ γάρ φησιν ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶ θαι ἐπ' οὐδεμίᾳ τῶν ἀρετῶν ἢ ἐν μόνῳ τῷ ταυρῷ τοῦ κυρίου ἡμῶν Ἰη οῦ Χρι τοῦ. 18 ιιι 28 λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. ὅτι δὲ ἀρκεῖ εἰς δικαίωσιν ὁ τῆς πίστεως νόμος καθόλου μηδὲν ἐργασαμένοις ἡμῖν, ἔχομεν δεῖξαι τὸν συσταυρωθέντα λῃστὴν τῷ Ἰησοῦ καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομί α αν ἀλάβα τρον μύρου καὶ τᾶ αν παρὰ τοὺ πόδα τοῦ Ἰη οῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι. ἐξ οὐδενὸς γὰρ ἔργου ἀλλ' ἐκ τῆς πίστεως ἀφέωνται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσεν τὸ ἡ πί τι ου έ ωκέν ε πορεύου εἰ εἰρήνην. ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενομένη ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος σαφῶς αὐτὸς ἐν τοῖς ἑξῆς παραστήσει. ἐγὼ δὲ οἶμαι, φησίν, ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα κἂν δοκῇ εἶναι δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά. 19 iii 29, 30 ἢ Ἰουδαίων ὁ θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναί, καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περιτομὴ τῆς δικαιουμένης διὰ τῆς πίστεως ἀκροβυστίας; οὐ γὰρ νομιστέον ὡς ἔτυχεν Παῦλον ταῖς προθέσεσι διαφόρως κεχρῆσθαι. οἷον καὶ ἐν τῇ πρὸς Κορινθίους ἡ γυνή φησιν ἐκ τοῦ ἀνδρὸ ὁ δὲ ἀνὴρ διὰ τῆ γυναικό . δοκεῖ δέ μοι οἰκειότερον εἶναι τὸ ἔκ τινος τῷ ἐξ οὗ <ἤ>περ τὸ διά τινος τῷ δι' οὗ· ἡ μὲν γὰρ γυνὴ πρώτως ἐξ ἀνδρός ἐστιν, οὐδέποτε δι' ἀνδρός· οὐδὲ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι' ἀνδρός· καὶ μάλιστα ἐπὰν ἀκούῃ τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὖαν, διὰ τὸ τοῦτο νῦν ὀ τοῦν ἐκ τῶν ὀ τῶν μου καὶ ὰρξ ἐκ τῆ αρκό μου. ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικός· ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν μετὰ ταῦτα γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ ἀλλ' ἐπὶ παντὸς ἀνδρὸς μετ' ἐκεῖνον. ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας, δικαιοῦται περιτομὴ ὡσπερεὶ βέλτιον τῆς ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως ἵνα δικαιωθῇ, οὐκ ἐλθοῦσα ἐκ πίστεως· πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομήν, καὶ μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸ καθὸ ἐξ ἀνδρός, <ἢ> τὸ διὰ γυναικὸ καθὸ διὰ γυναικός. περὶ δὲ τοῦ σωτῆρος οὐκ εἴρηται διὰ γυναικὸ ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς γέγονεν ἐξ ἀνδρός, ἐπὶ δὲ τοῦ σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικό · διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆ αρκὸ άρξ ἐ τιν, ἡ σὰρξ αὐτοῦ, μὴ γενομένη ἐξ ἀνδρός, γέγονεν ἐκ γυναικὸ καὶ οὐ διὰ γυναικός. 20 iii 31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν. ζητοῦμεν διατί μὴ εἶπεν Ἐκ πίστεως ἀλλὰ διὰ τῆς πίστεως. τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομέν φησιν εἰ μὴ καταργεῖται ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκροβυστίας διὰ τῆς πίστεως δικαιουμένης καταργεῖται ὁ νόμος. ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμα ιν ἐντετυπωμένη λίθοι ἐγενήθη ἐν δόξῃ ὥ τε μὴ δύνα θαι ἀτενί αι τοὺ υἱοὺ Ἰ ραὴλ εἰ τὸ πρό ωπον Μωυ έω διὰ τὴν δόξαν τοῦ προ ώπου αὐτοῦ τὴν καταργουμένην, ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ Νόμος οὖν καταργεῖται; τῷ νόμον οὖν καταργοῦμεν; οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται, ὑπὸ τῆς ὑπερβαλλού η δόξη τοῦ Χριστοῦ· κύριο γάρ ἐ τι τοῦ αββάτου φησίν· καὶ οὐ δεδόξα ται τὸ δεδοξα μένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς ὑπερβαλλού η δόξη . μένον γοῦν ὠνόμασε τὸ Χριστοῦ· τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ ὁ νόμο παιδαγωγὸ ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου. 21 iv 2, 3 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ' οὐ πρὸς τὸν θεόν· τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.